Papyri.info

sign in

sb.1.5114 = HGV SB 1 5114 = Trismegistos 23154 = p.lond.2.209,pgxix



DDbDP transcription: sb.1.5114 [xml]

AD 613-40 Apollonopolis Magna
[Reprinted from: p.lond.2.209,pgxix] cfPLond2,209

-- -- -- -- -- -- -- -- -- --
1[κα]ὶ Ἡρακλείου Νέου Κωνσταν[τίνου τῶν αἰωνίων Αὐγούστων]
Αὐτοκρατόρων πεπρακέναι σή[μερόν σοι τῷ π]ρ[ογεγραμμένῳ Ζαχαρίᾳ]
κατὰ τήνδε τὴν ἔγγραφον ὠνιακ[ὴ]ν ἀσφάλει[αν καὶ καταγεγραφηκέναι]
ὠνιακῷ νόμῳ καὶ πληρεστάτῳ παντὶ δεποτε[ίας δικαίῳ ἐπʼ αἰωνίᾳ]
5κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀε[ὶ ἅπαντα διηνεκῆ χρόνον]
τὸ ἀνῆκον καὶ διαφέρον τοῦ αὐτοῦ ἁγίο(υ) μοναστηρί[ου] π̣[αρὰ]
Ταχυμίας τῆς μακαρίας θυγατρὸς Σανσνώτου τρίτο[ν μέρος ἀπὸ τῆς]
οἰκίας αὐτῆς τῆς καὶ διακειμένης ἐν τῷ ὑψώματι τῆς π[όλεως - ca.9 -]
τοῦ ἁγίο(υ) σεπτο(ῦ) τόπου ἀββᾶ Κύρου ἀπὸ ἐδάφο(υς) ἄχρι ἀέρος [μετὰ τῆς εἰσόδου]
10καὶ ἐξόδο(υ) καὶ ἀνόδου καὶ καθόδου καὶ πάντων τῶν κοινον[ιμιαίων](*) [τόπων]
κατὰ τὸ αὐτὸ τρίτον μέρος, καὶ ὁμολογῶ τοῦ λοιποῦ μηδὲ ἓν [μέρος ἢ δίκαιον]
(*)πολίπεισθαι(*) τοῦ αὐτο(ῦ) ἁγίο(υ) μοναστηρίου διʼ ἐμο(ῦ) Πιστώϊ(*)τος [ἐλαχίστ(ου) διάκ(ονος) καὶ]
προεστῶτος τοῦ αὐτοῦ ἁγίο(υ) τόπου καὶ τῆς δωρεαστικῆς ς[- ca.9 -]
παρὰ τῆς αὐτῆς μακαρίας Ταχυμίας εἰς τὸν αὐτὸν ἅγιον τ[όπον, καὶ τὰς]
15αὐτῆς προσφορὰς ἀναδέδωκά σοι παρʼ ἐμοῦ εἰς μείζονα [- ca.11 -].
εἰσὶ δὲ γείτονες τῆς αὐτῆς οἰκίας νότου κοινὸς τοῖχος μεταξὺ αὐτῆς κ[αὶ   ̣  ̣  ̣  ̣  ̣, βορρᾶ]
ὡσαύτως κοινὸς τοῖχος, ἀπηλιώτου καὶ λιβὸς ῥῦμαι δημοσίαι ἀνέῳκται ἡ [θύρα, ἢ οἳ δʼ ἂν ὦσι]
γείτονες πάντῃ πάντοθεν, καθὼς ἐγὼ ὁ ἀποδόμενος [στόματι ὑπηγόρευσα],
τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσ[ης μεταξὺ ἡμῶν]
20ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀμεταθέτῳ λόγῳ χρυσοῦ νομι[σματίου ἑνὸς τρίτου](*)
ζυγῷ Ἀπόλλωνος, γί(νεται) χρ(υσοῦ) νο(μισμάτιον) α γ´ μόν(ον), ἥνπερ τελείαν τιμὴν τ[οῦ τρίτου]
μέρους ἀπὸ τῆς οἰκίας Ταχυμίας τῆς μακαρίας αὐτόθι ἀπέ[σ]χ[ηκα παρὰ σοῦ]
τοῦ ὠνουμένου ἀπὸ χειρὸς εἰς χεῖράς μου ἐξ οἴκου σ̣[ου ἀριθμῷ καὶ]
σταθμῷ πλήρει πρὸς τῷ ὑ(*)μῖν τοὺς προγεγραμμένους Ζαχαρίαν [καὶ - ca.9 -]
25ἐντεῦθεν καὶ ἐπὶ τὸ διηνεκὲς αὐτοῦ τοῦ εἰρημένο(υ) τρί[του μέρους ἀπὸ τῆς]
οἰκίας τῆς μακαρίας Ταχυμίας ἀπὸ ἐδάφους(*) ἄχρι ἀέρος καὶ π̣[άντων τῶν]
κοινονιμιαίων(*) τόπον καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδο[υ καὶ καθόδου]
κατὰ τὸ αὐτὸ τρίτον μέρος κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζει[ν κατὰ πᾶν]
δεσποτείας ἀναφαιρέτου δίκαιον καὶ οἰκεῖν καὶ διοικεῖν [καὶ μετασχηματίζειν]
30καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν καὶ ἐκχωρεῖν καὶ παραχωρεῖ[ν καὶ ἐκμισθοῦν]
καὶ ἐναλλάττειν καὶ πωλεῖν καὶ χαρίσασθαι καὶ τέκνοις μεταδι[δόναι καὶ κληρονόμοις]
καταλιμπάνειν καὶ διαδόχοις καὶ διακατοις(*) καὶ πάντα ἁπλ[ῶς εἰπεῖν πράττειν]
ἐπʼ αὐτῷ, ὅσα νόμοι ἐπιτρέπουσι τοῖς αὐτοτελέσι δεσπόταις [κυρίως καὶ]
ἀνεπικωλύτως. καὶ βεβαιώσω σοι ταύτην τὴν πρᾶσιν [καὶ ἀποσοβήσω]
35διὰ παντὸς ἀπὸ παντὸς το(ῦ) ἐπελευσομένου ἢ ἀντιποιησ[ομένου. τὸν δὲ]
ἐπελευσόμενον ἢ ἀντιποιησόμενον παραχρῆμα ἐγὼ ὁ π[επρακὼς   ̣  ̣  ̣  ̣  ̣  ̣]
ἢ καὶ πάντας τοὺς μετʼ ἐμοῦ οἰκονομησάντων ἐκστήσω [καὶ ἐκδικήσω]
καὶ ἀποσοβήσω καὶ καθαροποιήσω ταύτην τὴν [π]ρ[ᾶσιν ἰδίοις μου]
ἀναλώμασι καὶ κινδύνῳ κατὰ τὸν περὶ πράσεως καὶ βεβα[ιώσεως νόμον].
40εἰ δὲ ἀσθενήσοιμι περὶ τὴν ἐκδίκησιν καὶ καθαροποίη[σιν ταύτης τῆς]
πράσεως, ἑτοίμως ἔχω παρασχεῖν σοι τὴν ἐγκει[μ]έ[ν]η[ν τιμὴν ἐν διπλῷ],
καὶ εἴ τι δʼ ἂν φανείης ἀναλώσας εἴς τε φιλοκαλίαν καὶ ἑ̣[τέραν ἐπιμέλειαν],
καὶ αὐτὰ ἐν διπλῇ ποσότητι, μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ [τῶν ἐμφερομένων]
τῇ παρούσῃ πράσει, ἀλλʼ ἐφʼ ᾧ αὐτὴν καὶ πᾶν μέρος α[ὐτ]ῆ[ς] κ[υρίαν εἶναι καὶ]
45βεβαίαν καὶ ἔννομον ἁπανταχο(ῦ) προφερομένην καὶ ἐμφ̣[ανιζομένην](*)
ἐν δημοσίῳ ἀρχείῳ γεγενημένην καὶ κατὰ νόμους τ[ετελειωμένην],
καὶ εἰς τὰ προγεγραμμένα πάντα(*) ἐπερωτηθεὶς ὡμ[ολόγησα †. (hand 2) Πιστῶϊς]
υἱ(*)ὸς Μηνᾶ ἐλάχ(ιστος) διάκ(ονος) καὶ προεστὼς τοῦ ἁγίου μ[οναστηρίου ἀββᾶ]
Κύρου ἀποπληροῦντος τὸ πρόσωπον τοῦ ἁγίο[υ μοναστηρίου (?)](*)
50καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα, [ὡς πρόκειται - ca.9 -]
γράψας χειρσὶ(*) ἐμε͂ͅ(*) ἀπέλυσα †. (hand 3) Ἡρακλείδη[ς - ca.16 -]
μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκουσας παρὰ τοῦ θε[μένου †. (hand 4)   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ υἱὸς]
Μαρτυρίου ἐλάχ(ιστος) πρεσβύτερος μαρτυρῶ τῇ παρ[ούσῃ πράσει ἀκούσας]
παρὰ τοῦ θεμένου †. (hand 5) Ὀράμπς Ἰ(*)ωσηφίου ἐλάχ(ιτος) διάκ(ονος) [τοῦ αὐτοῦ]
55μοναστηρίου ἀκούσας παρὰ τοῦ θεμένου †. (hand 6) Διο[- ca.9 - μαρτυρῶ]
τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου †. (hand 7) † Δ̣ι̣ο̣  ̣  ̣  ̣  ̣ [μαρτυρῶ]
τῆ πράσει ἀκούσας παρ(ὰ) <τοῦ θεμένου>. (hand 8) † Φλ(άουιος) Κ̣λ̣  ̣  ̣  ̣ος πα[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ μαρτυρῶ]
τῇ παρούσῃ πράσει ἀκούσας παρὰ το(ῦ) θεμένο(υ) †.
(hand 9) † διʼ ἐμοῦ Κυρίλλο(υ) διακ(όνου) καὶ συναλλαγματογράφου ἐγένετ[ο] †.
60(hand 10) † Φλ(άουιος) Παπνοῦθις υἱὸς Βίκτορος ἐκ μητρὸς Σοφία[ς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]σα πράσει πάντα τὰ ἐγγεγραμμένα, ὡς πρό[κειται].

Apparatus


^ 10. l. κοινων[ιμιαίων]
^ 12. l. ὑπολείπεσθαι : ϋπολιπεισθαι papyrus
^ 12. πιστωϊτοσ papyrus
^ 20. νομι[σματίου   ̣  ̣  ̣  ̣  ̣] prev. ed.
^ 24. ϋμιν papyrus
^ 26. ἐδάφου prev. ed.
^ 27. l. κοινωνιμιαίων
^ 32. l. διακατ<όχ>οις
^ 45. ἐμμ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ὧς] prev. ed.
^ 47. BL : προγεγραμμένα prev. ed.
^ 48. υϊοσ papyrus
^ 49. ἁγίο[υ - ca.11 -] prev. ed.
^ 51. l. χειρὶ
^ 51. l. ἐμῇ
^ 54. ϊωσηφιου papyrus

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.