Papyri.info

sign in

sb.1.5275qtpl = HGV SB 1 5275 = Trismegistos 13994



DDbDP transcription: sb.1.5275qtpl [xml]

AD 11 Arsinoite
[Reprinted from: .] qtpl=SB1,5231;CPR15,2;3;4

ἀντίγραφον ἀπʼ ἀντιγράφου Αἰγυ[πτ]ίας πράσε[ως Ἑλληνιστὶ με]θ[η]ρμ[ηνε]υμ[ένη]ς κατὰ τὸ [δυνατόν]. (ἔτους) μα τῆς Καίσαρος κρατήσεω[ς, θεοῦ υἱοῦ, μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνείθης ὀρπέει τοπάεις]
προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδ[ου μητρὸ]ς Θ[άσιτο]ς νε[β]οάπει ῥ[ίσ]ητι ῥισεγέτο[υ νεφ]ερσάιτι [Σ]εταβ[οῦ]τι Ἐρι[έως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με]
ἀργυρίωι τῆι τειμῆι(*) τῆς ὑπαρχούσης μ[οι οἰ]κίας [ᾠ]κοδομημένης ἐστεγασμένης [τεθυρωμ]ένης κάτω [ἄν]ω καὶ τ[οῦ ἐκ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκ νότου τόπων]
ψειλῶν(*) καὶ τῶν συνκυρόντων πάν[των ἐν κώμ]ῃ Σούχου Νήσου Σ[οκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι].
5γείτονες νότου περίμετρον κώμης, β[ορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία, λι]βὸς [καὶ ἀπηλιώτου] ῥῦμ[αι βασιλικαί. σ]ὰ δʼ ἔσ[τιν ἀπὸ τῆς ἐνεστώσης ἡμ]έρ[ας ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ οὐκ ἐξέσται μοι]
οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύ[ειν αὐτῶν πλὴν σοῦ] ἀπὸ τῆς σήμε[ρον ἡμέρα]ς ἐ[πὶ τὸν ἀεὶ χρόνον. ἐὰν] δέ [τις ἐπέλθηι] ἐπὶ [σὲ περὶ αὐτῶν, ἐκστήσω αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον]
ἀνεπικές(*), καὶ βεβαιώσω σοι αὐτὰ ἀπό τε συ[γγρ]αφ[ῶν] π[ασῶ]ν καὶ συνα[λλαγμ]άτων πά[ν]τω[ν κ]αὶ παντὸ[ς εἴ]δο[υς, ἐ]άν τε ἀδ[ελ]φὸς ἢ [ἀδελφὴ ἢ υἱὸς ἢ θυγάτηρ ᾖ, παντὸς τῶι καθόλου.]
σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαι κατʼ αὐτῶν συ[γγρα]φαὶ πᾶ[σαι καὶ αἱ γεγον]υῖαι τῶι τε πα[τρὶ] καὶ τῆι [μητρ]ί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι [καὶ] συγγρα[φαὶ πᾶσαι καὶ συναλλάγματα πάντα, ἐξ ὧν περιγείνεταί μοι]
δίκαιον τὸ ἀπʼ αὐτῶν. ἐὰν δέ τίς σοι ὅρκος ἢ ἐπί[δειξις προβ]ληθῆι, ὥστε σε συντελ[έσα]σθαι [π]ερὶ ὧ[ν(?)] αὐτῶν, ποιήσω. ἐπικελεύει(*) γυνὴ ἱέρ[εια Σούχου Τομσάεις πατρὸς ἐμνείθου Χαιρήμονος μητρὸς]
10Ταμεσθασύτμιος, ἡ τούτου γυνή, λέγουσα γρά[φειν καὶ ποιεῖν κατὰ] πάντα τ[ὰ προγεγραμμ]ένα οἷς̣(*), [καὶ πέ]πεισμαι. ⁦ vac. ? ⁩
ἀντίγραφον ἀπʼ ἀντιγράφου χαραγμοῦ(*) καὶ ὑπαγραφῆς(*) Ἑλληνικοῖς γράμμασι, ὡς ὑπόκειται. (ἔτους) μα Κα[ίσαρ]ος, Ἁθὺρ κδ. [ἀ]ναγέγραπται ἐν [Ψινάχει τῆς Θεμίστου μερίδος. πρᾶσις καὶ ἀποστασίου οἰκίας]
καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν [συνκυ]ρό[ν]των πάντων ἐν τῆι Σοκνοπαίου Νήσωι [τῆς Ἡρα]κλείδου μερίδος, [ἃς π]οιεῖται Χαιρήμων [Ἡρώιδου μητρὸς Θάσειτος προφήτης Σαταβοῦτι]
Ἐργέ[ω]ς νεωτερωι(*) μητρὸς [Σατ]αβοῦτος, ἔ[τι δὲ καὶ ἡ τοῦ] Χαιρήμονος γυνὴ Τομψάεις Χαιρήμονος μητρὸς Ταμεσθασ[ύτμιος].
Χαιρήμων Ἡρώιδου μητρὸς Θάσιτος προφήτης καὶ ἡ γυνηι(*) Τομσάις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ὁμολογοῦμεν Χαιρήμων [μὲν πεπρακέναι Σαταβοῦτι Ἐργέως νεωτερωι(*) μητρὸς]
15Σαταβοῦτος τὴν ὑ[πά]ρχουσάν μοι [οἰ]κίαν καὶ προνήσι[ον] ἐκ τοῦ πρὸς βορ[ρ]ᾶ μέρους καὶ αἴθριον καὶ τοὺς προσόντας ψειλοὺς(*) τόπους ἐκ τοῦ πρὸς ν[ότον μέρους καὶ τὰ συνκύροντα πάντα]
ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος, ὅσων πότʼ ἐστιν μέτρων ἐπὶ τοῖς οὖσι πᾶσι, γείτονες νότου περίμετρον κώμης, βορρᾶ [Ὥρου τοῦ Ὥρου οἰκία, λιβὸς καὶ ἀπηλιώτου]
ῥῦμαι βασιλικαί, καὶ ἀπέχω τὴν συνκεχωρημένην τειμὴν(*) πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω πάσηι βεβαι[ώσει ἐπὶ τὸν ἅπαντα χρόνον, Τομσάεις δὲ εὐδοκεῖν]
τῆι πράσει, καὶ μὴ ἐπελεύσασθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγεγραμμένος προφήτης καὶ ἀρχιστολιστὴς Σούχου θεοῦ μεγάλ[ου μεγάλου ἔγραψα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι]
αὐτὴν γράμματα, καί εἰμι ὡς (ἐτῶν) μγ οὐλὴ μετώ[πῳ μ]έσῳ, ἔστιν δὲ Το[μ]σάις ὡς (ἐτῶν) μ ἄσημος. ⁦ vac. ? ⁩
20ἀντίγραφον ἀπʼ ἀντιγράφου ὑπογραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. Σαταβοῦς Ἐργέως νεωτέρου μητρὸς [Σαταβοῦτος ἠγόρασα τὴν οἰκίαν παρὰ Χαιρήμονος]
τοῦ Ἡρώιδου μητρὸς Θάσιτος προφήτου Σούχου ἐν κώμῃ Σούχου Σοκ[νοπαίου] θεοῦ μεγάλο[υ] μεγάλου Νήσῳ κ[α]ὶ βεβαιοῖ μοι κατὰ πᾶ[ν τὰ προγεγραμμένα πάντα].
ἔχει δὲ καὶ τὴν κατʼ αὐτῆς ἠθισμένην ἀποστα[σί]ου [γε]γονυῖαν τῶι αὐτῶι ἔτει καὶ [μ]ηνί, ἡμ[έρ]αι τῆι αὐτ[ῆι].

Apparatus


^ 3. l. τιμῆι
^ 4. l. ψιλῶν
^ 7. l. ἀνεπι<ει>κές
^ 9. BL 9.243 : εἰ κελεύει prev. ed.
^ 10. BL 9.243 : τ[ὰ γεγραμμ]ένα prev. ed.
^ 11. BL 9.243 : χαράγματος prev. ed.
^ 11. l. ὑπογραφῆς
^ 13. l. νεωτέρου
^ 14. l. γυνὴ
^ 15. l. ψιλοὺς
^ 17. l. τιμὴν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.