Papyri.info

sign in

sb.20.14464 = HGV SB 20 14464 = Trismegistos 29488



DDbDP transcription: sb.20.14464 [xml]

II spc Oxyrhynchos

ἐμίσ̣θωσεν Ἁρσεῖς Ἀπερῶτος μητρὸς
Θακώρι̣ο̣ς̣ ἀπʼ Ὀξυρύγχων πόλεως με-
τὰ κυρίου τοῦ πατρὸς Ἀπερῶτος Σύρου
μητρὸς Ἁρσεῖτος ἀπὸ τῆς αὐτῆ[ς π]όλεως
5Πτολεμαίῳ Ἑρμίππου τοῦ κ[αὶ] Ἁ̣ρποκρα-
τίωνος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μό-
νον τὸ ε̣ἰσιὸν ἔβδομον ἔτος τὰς ὑπαρ-
χούσας αὐτῇ περὶ Νέσλα ἐ̣κ̣ βορρᾶ τόπου
λεγομένου Ἀπελλοῦ ἀρούρας δύ[ο] ὥστε
10σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται
ὁ μεμισθωμένος χωρὶς ἰσάτεως καὶ
ἐχομενίου, φόρου ἀποτάκτου ἀργυρίου
δραχμῶν ὀγδοήκοντα , ἅσπερ ὁμολογεῖ
ἡ Ἁρσεῖς αὐτόθι ἀπεσχηκέναι παρὰ τοῦ
15Πτολεμαίου διὰ χειρὸς ἐκ̣ [π]λήρους,
τῶν τῆς γῆς δημοσίων πα̣[ντ]οίων
καὶ ἐπιμερισμῶν πάντων̣ [ὄ]ντων
πρὸς τὴν Ἁρσεῖν. ἐὰν δέ τις ἄβροχος
γένηται, παραδεχθήσεται τῷ μεμισ-
20θωμένῳ τῷ μετὰ τὸ εἰσιὸν ἕβδομον
ἔτος ἐνιαυ̣τῷ. ἐπ̣ά̣ναγκον οὖν βεβαιού-
τω ἡ Ἁρσεῖς̣ ἐπὶ τὸν χρόνον τὴν μισθο-
αποχὴν ἢ ἀποτεισάτω ὃ ἔσχεν ἀργύριον
διπλοῦν, τ̣ῆ̣ς πράξεως οὔσης ἔκ ται αὐτῆς
25κ̣[αὶ] ἐκ τ[ῶ]ν̣ ὑπαρχώντω̣ν̣(*) α̣ὐτῇ πάντω[ν].
[μετὰ δὲ τὸ εἰσιὸν] ἕ̣β̣δ̣ο̣μ̣ο̣ν ἔτος οὐ[κ]
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 25. l. ὑπαρχόντων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.