Papyri.info

sign in

sb.20.14626 = HGV SB 20 14626 = Trismegistos 23772



DDbDP transcription: sb.20.14626 [xml]

VI spc Aphrodite

r
[ -1-2- ]  ̣αχθεις παρὰ τῶν ἁγίων ἐρημι̣τ̣ῶν̣   ̣  ̣  ̣  ̣χ  ̣  ̣  ̣π  ̣  ̣  ̣  ̣ω̣ν̣ τῆς̣ διακονίας̣ κ(αὶ) τ̣ο̣ῦ πα̣τρὸς
[ἡμ]ῶν καὶ \ἐν/ μακαρίοις τὴ\ν/ μνήμην Ἀπολλῶτος ὀνό[μα]τ̣ος ἀκηδιάσας Ἐ̣νὼχ ὁ εὐλαβ(έστατος)
[οἰ]κονόμος αὐτῆς διὰ τὰ ἀφαιρηθέντα ζῷα καὶ κ̣λαπέντα τῆς αὐτῆς̣ δ̣ιακονίας
[ -2-3- ]η̣[  ̣]τησεν ἀναχωρῆσαι καὶ ἐᾶσαι τ̣ὸν ἅγιον τόπο̣ν ἀδιοίκητον εἰς βλάβην
5[το\ῦ/ ]  ̣  ̣  ̣ο̣τάτου δημοσίο̣\υ̣/ λ̣όγο̣υ κα̣ὶ τ̣ο̣ῦτο μα̣θὼν ο  ̣  ̣  ̣λεγον δυσωπῆσαι αὐτὸν
καὶ ψυχαγωγῆσαι τοῦ μεῖναι χάριν καὶ πολλὰ πάνυ ποιήσας ἕως \οὗ/ ἐδυνήθην
πεῖσαι αὐτὸν πεμφθέντα μεθʼ ἑτέρων μοναζόντων ἐπὶ τὰ ἄνω μέρη δ[ι]ὰ τὰ αὐτὰ
ζῷα εἴ που̣ εὕρωσι ταῦτα ἀναλαβε[ -3-4- ] τ̣ο\ῦ/ δʼ ἀνεῖναι ἐδηλώθησαν παρὰ τῶν ἀπο-
βολιμαίων ἀγροφυλάκων τῆς κώμ[ης] ἡμῶν καὶ δυσσεβῶν καὶ ὑπερθετικῶν
10χλευαζόντων αὐτὸν ἡμέριον τὴν [αὐ]τ̣ῶν παραγωγὴν ποιῆσαι οὐκ ἐποίησαν.
διὸ τοίν̣υ̣ν παρακαλῶ τὴν̣ ἀεὶ προσ̣[κ]υνουμένην [π]ᾶσι λαμπρὰν ὑμῶν δεσποτείαν
εἰς χάριν τοῦ θεοῦ πρὸ πάντων καὶ τοῦ μακαρ̣ίτο\υ/ ἡμῶν πατρὸς καὶ τῆς ὑμῶν ψυχῆς τὸ
συμβ̣αλλόμενον κελεῦσαι ἐναπο[ -2-3- ] φροντίζειν ἐκ ψυχῆς το\ῦ/ αὐτοῦ ἁγί\ου/ τόπο\υ/
ἀδιαφόρως ὡς ἰδίου ὑμῶν ὄντ[ος] καὶ ἀποπαῦσαι Λουκανὸν ἢ κ(αὶ) λοιπὸύ̀ς τοὺς
15θέλοντας καινοτομῆσαι τὸ εὐαγ[ὲς ὄ]ρος καὶ παρὰ ἔθος ἕλκεσθαι ζητο\ῦ/ντας το\ῦ/το
εἰς Ἀφαριανο\ὺ/ς λόγους - ca.12 - κ̣τ̣ήτ̣ω̣ρ ἐστὶν̣ Λ̣ο̣υκανὸς κ(αὶ) οἱ λοιποὶ κ(αὶ) ο\ὐ/δέποτε
ἐξ ἔθους δεδώκασιν δεσποτικὴν̣ πρόσοδον τούτο\υ/ το\ῦ/ τρόπου κτήτωρ ἐστὶν καὶ
αὐτὸς ὁ εὐαγὴς θ(εο)ῦ οἶκος. μὴ οὗν ἐπιλάθεσθε τῆς ἐνο\ύ/σης ὑμῖν κατὰ θ(εὸ)ν εὐσεβείας
καὶ τῆς μνήμης τῶν ἀλλήλους φιλούν[τω]ν̣ μακαριτῶν ἡμῶν πατέρων ἐξαιρέτως δὲ τῆς
20παραθέσεως τοῦ μεγαλοπρε(πεστάτου) κόμετο[ς Δω]ροθέου παραγγείλαντος ὑμῖν φροντίζειν το\ῦ/
αὐτοῦ ὄρους διὰ τὸ ψυχωφελὲς πρὸ π[άντ]ων καὶ διὰ τὴν πλείστην εὔνοιαν ἣν ἔχει ἐκ παιδὸς
[ -16-17- ]ε̣ις̣ τὸν θεοφιλέστ(ατον) ἄπα Τατιανὸν ἀδελφὸν αὐτο\ῦ/ ὄντα κατὰ
v
† μητέρα αὐτοῦ τροφὸν̣ μεγάλη̣ν αὐ[τοῦ γ]εναμένην καὶ παρίδητε καὶ συγχωρήσητε τὸν
εὐαγῆ θ(εο)ῦ οἶκον καινοτομηθῆναι ἐπ[ὶ τῆς] ὑμῶν διοικήσεως ὅπερ οὐκ ἐξεγένετο
25πρὸ ὑμῶν ὅπως ἂν̣ τὰ πλεῖστα ἐν το\ύ/τῳ εὐχαριστήσω καὶ ἐπὶ πλεῖον ὁ θεσπέσιος ἄγγελος
τοῦ τόπο\υ/ καὶ τῶν ἁγίων ἐρημιτῶν μοναζ(όντων) ἡκαί\ως/ ἀντεισάξῃ ὑμῖν κ(αὶ) τοῖς ὑμετέρ(οις) υἱοῖς
ἀφόρητα ἀγαθὰ ἔπειτα δὲ ὅπως [ἂν] ο̣ἱ μονα̣χ̣οὶ τὴν εὐεργεσίαν ὑμῶν ἐξείπωσι
τῷ αὐτῷ ὄρ̣ε̣ι̣ [ -2-3- ]λ̣κο̣ν̣ ἀλλʼ εὐαγγελ[ιζό]μενοι πανταχῇ τὸ κλέος ὑμῶν εἰς ἔπ̣αινον ὑμῶ\ν/
πάντοτε  ̣  ̣  ̣α̣σ̣αμ̣εν ὅλοι. τόδε   ̣  ̣  ̣  ̣  ̣[ -2-3- ]  ̣  ̣  ̣ς ἐμοῦ πρ̣ὸς ὑμᾶς ὁ ἐ[μὸς] ἀσπασμὸς καὶ ἡ ἐμὴ
30προσκύνησις̣   ̣  ̣  ̣  ̣  ̣π̣ο̣  ̣  ̣
[ -3-4- ]  ̣  ̣  ̣  ̣  ̣ντινῳ Νει̣λ̣  ̣  ̣  ̣

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.