Papyri.info

sign in

sb.22.15240 = HGV SB 22 15240 = Trismegistos 8348



DDbDP transcription: sb.22.15240 [xml]

156 BC Ammonias

ιζ
[βασιλ]ευόντων Πτολεμ[αίου κα]ὶ Κλεοπάτρας τῶν Πτολεμαίου κα[ὶ Κλεοπάτρας]
[θεῶν Ἐπ]ιφανῶν ἔτους ἕκτου [καὶ εἰ]κ̣ο̣σ̣τοῦ, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν [Ἀλεξανδρείαι]
[Ἀλεξάνδρου] κ̣α̣ὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργε[τῶν καὶ θεῶν]
5[Φιλοπατόρ]ων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, [ἀθλοφόρου Βερε-]
[νίκης Εὐεργέτι]δος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλο[πάτορος τῶν]
[οὐσῶν ἐν Ἀ]λεξανδρείαι, μηνὸς Δύστρου ἑπτακαιδεκάτηι Θωὺθ ἑπτακ[αιδεκάτηι, ἐν]
[Ἀμμω]ν̣[ιά]δ̣ι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Λυσίμαχος Τιμάρχου Βιθυ̣[νὸς τῆς ἐπιγο-]
[νῆς] Ἀ[γ]ασί\αι/{ᾳ} Μακεδόνι τῶν Ἀράτου τῆς δευτέρας ἱπ[παρ]χίας ἑκατ[ο]νταρούρ[ωι πυροῦ ἀρτά-]
10βας διακοσίας ἐφʼ ἡμιολίαι ἐπὶ τοῖς ἐ̣π̣ι̣γεν[ήμα]σιν τοῖς τ[ο]ῦ ἕκτου [καὶ εἰκοστοῦ]
ἔτους τοῦ κλήρου αὐτοῦ τοῦ ὄντος περὶ Ἀμ̣μ̣ωνιάδα, ὃν κ[α]ὶ ἰδιοσ̣[πορεῖ. ὁμο-]
λ̣ο̣γ̣εῖ Ἀγ̣ασίας μεμετρῆσθαι καὶ ἔχειν παρὰ Λυσιμάχου εἰς τὸ[ν] σπερμ[ατισμὸν]
τῆς γῆς ταύτης. ἀποδότω δὲ Ἀγασίας Λυσιμάχωι τὸ προγεγραμ[μένον δάνει-]
ον καὶ τὴν ἡμιολίαν αὐτοῦ, τὰς πάσας πυρῶν ἀρτ̣[άβας] τριακο[σίας , ἀπὸ τῶν]
15προγεγραμμένων γενημάτω̣[ν] τοῦ κλή̣ρ̣ο̣υ ἐ̣ν̣ μ̣ηνὶ Ἀπ[ελλαίωι, Αἰγυπτί-]
ων δὲ Παῦνι τοῦ αὐτοῦ ἕκτου καὶ ε̣ἰ̣κ̣οστο̣ῦ̣ ἔτους, πυροῦ σπ̣έρ̣μα̣ [νέον καθαρὸν]
καὶ ἄδολον ἀπὸ πάντων καὶ μὴ μέλαν{α}, τοῦ̣ γενομέν̣ου̣ ἐν̣ [τῶι κλήρωι,]
μέτρωι χοὶ τῶι Τιμάρχου, μετρήσει καὶ σκυτάλῃ δικαίᾳ. ἀποκατα[στησάτω δὲ εἰς Ἀμ-]
μωνιά<δα> οὗ ἂ̣ν̣ Λυσίμαχος συντ̣ά̣σσῃ τοῖς ἰδίοις ἀναλώμασ̣[ιν ἐὰν δὲ]
20μὴ ἀ[πο]δῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτωι(*) παραχρῆμα τιμὴ[ν ἀρτά-]
βης ἑκάστης χαλκοῦ νομίσματος δραχμ̣ὰ̣ς̣ χιλίας , ἐν δὲ τῇ ἐν̣ε̣[στώσῃ ὥρᾳ ᾗ]
πωλεῖται ἐν τῇ Ἀμμωνιάδι τὴν οὖσαν [π]λείστην τιμὴν [ἡμιόλιον,]
καὶ εἰ̣ μ̣ὴ κομίσασθαι τὸν πυρόν, ἐξ[έστω]ι(*) Λυσιμάχωι καὶ [τοῖς παρʼ αὐτοῦ]
κυριεύειν τῶν γενημάτων πάντων {πάντων} τ̣ο̣ῦ̣ π̣ρ̣[ογεγραμμένου]
25κλήρου, καὶ ἐκβάλλων αὐτὸς ὅ τε Λυσίμαχος καὶ οἱ παρʼ αὐτοῦ <καὶ ἔγ>γονο̣[ι αἱρῶνται ἐπʼ]
ἴσον εἰς τὴν γῆν ταύτην ἢ ἐπὶ τὰ ἐξ αὐτῆς γενήματα ἀνυ[πεύθυνοι]
ἔστωσαν παντὸς ἐπιτίμου καὶ ζημίας. ἔγγυος Ἀγασίου τοῦ π̣[ρογεγραμ-]
μένου δανείου τῶν διακοσίων ἀρταβῶν τῶν πυρῶν ἢ τῆ[ς τιμῆς]
αὐτῶν εἰς ἔκτεισιν(*) κ̣α̣ὶ βεβαιωτὴς τῶν καρπῶν ὁ̣ υ̣ἱὸς αὐτοῦ Δι[όφαντος]
30Ἀγασίου Μακεδὼν τῆς ἐπιγονῆς, ἡ δὲ πρᾶξις ἔστωι Λυσιμάχωι πρά̣[σσοντι Ἀγα-]
σίαν ἢ τὸν ἔγγυ̣ο̣ν̣ αὐτοῦ, καὶ παρʼ ἑνὸς αὐτῶν ο̣ὗ̣ ἂ̣ν αἱρῆται καὶ παρʼ ἀμ[φοτέρων]
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτων(*) πάντων καθάπερ ἐκ δίκης, κατὰ δὲ τῆς [συγγρα-]
φῆς ταύτης. καὶ χειρογραφήσεται Ἀγασίας Λυσιμάχωι παραχρῆμα ⟦ἐν τῇ [  ̣  ̣  ̣  ̣  ̣  ̣]⟧
παρʼ οἷς εἴθισται ὅρκον βασιλικόν, ἐν ὧι διασαφήσει καὶ τὰ δ̣ι̣ὰ̣ τῆς συγγραφῆς [δηλού-]
35μενα, καὶ μηδ̣ὲ μὲν Λυσίμαχον συστήσασθαι αὐτῶι μήτε δίκην μ̣[ήτε]
κρίσιν μήτʼ ἄλλο τούτοις π̣αραπ̣λ̣ήσιον μηδὲν μηδεμίαν συστησαμ̣[ένωι]
Λυσιμάχωι τοιοῦτό τι, μηδὲ [π]α̣ραγραφὴ̣ν τοῦ κλήρου προστελεῖν. ἡ συγγρ[αφὴ]
κυρία πανταχοῦ οὗ̣ ἂ̣ν ἐ[πι]φ[έρητ]αι.
——
διὰ Ἡλιοδώρ[ου.]
40Λυσίμαχος ὡς (ἐτῶν) κζ, εὐμεγέθης, μελίχρως, μακροπρ[όσωπος,]
κλαστόθριξ, οὐ̣[λ]ὴ μετώπωι, ἄλλη ὀφρύι ἀριστερᾶι.
Ἀγασίας ὡς (ἐτῶν) λη, μέσ[ος], μελίχρ̣[ως, οὐλὴ]
μετώπωι μέσωι, ἄλλη φαλ[άνθωι ⁦ -ca.?- ⁩]
Διόφαντος ὡς (ἐτῶν) ιθ, μέσος, μελίχρω[ς,]
45οὐλαὶ ὑπὲρ ὀφρῦς ἀμ̣φοτέρας, ἄλλ[η]
φακὸς φαλάνθωι ἀριστερῶι.

Apparatus


^ 20. l. ἀποτεισάτω
^ 23. l. ἐξέστω
^ 29. l. ἔκτινειν
^ 32. l. αὐτοῖς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.