Papyri.info

sign in

sb.24.15969 = HGV SB 24 15969 = Trismegistos 79264



DDbDP transcription: sb.24.15969 [xml]

AD 491-518 Hermoupolis Magna

1a[⁦ -ca.?- ⁩ χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ]
[προ]γ̣εγρα̣μμέν̣οι̣ [Ὦ]φι̣ς̣ καὶ Ἰωσῆφις στρατιῶται ἀλληλέγγυοι ὄντες καὶ ἀλληλα̣ν̣[ά-]
[δο]χ̣οι̣ διὰ ταύτης̣ [ἡ]μῶν̣ τ̣ῆ̣ς ἐ̣γγράφου ἀ̣σφαλείας ἤτοι καταγραφῆς ἑκουσίᾳ
[γνώμ]ῃ̣ κ̣[αὶ] α̣ὐ̣θ̣α̣ι̣ρέτ̣[ῳ] κ̣α̣[ὶ ἀ]μ[ετανο]ή̣τ̣ῳ̣ καὶ ἀδόλῳ πρ̣οαιρέσει βεβαίᾳ συνειδήσει
ὀρθῇ διανοίᾳ ἅμα δ̣ὲ κα̣ὶ̣ ἐπόμνυμεν τόν τε παντοκράτ̣ο̣ρ[α] θεὸν καὶ τὴ̣ν ε̣ὐ̣σέ̣β̣ε̣ι̣α̣[ν]
5κ̣αὶ νίκ̣η̣ν το̣ῦ τὰ πάντα ν̣ι̣κ̣ῶ[ντ]ο̣ς δεσπ̣[ότ]ου̣ η̣μ̣ῶν̣ [Φ]λ̣α̣ου[ίου Ἀν]α̣στα̣σ̣ί̣ου
τοῦ αἰων̣ίου Αὐγού̣σ̣του Αὐτοκράτορ̣ο̣ς κατὰ τήνδ̣ε̣ τὴν [ἔγγραφον ἀσ]φάλεια̣ν̣
ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα κ[αὶ] ἐ̣σ̣ό̣μ̣ε̣νον χρόνον πεπρακέναι σοι τῷ προγεγραμ-
μένῳ θαυμασιωτάτῳ Μηνᾷ καὶ καταγεγραφηκέ̣ν̣α̣ι̣ πληρεστάτῳ παντὶ δεσποτεία̣ς̣
δικαίῳ καὶ καλῇ πίστει τὸν ὑπάρχον̣τα ἡμῖν καὶ περιέλθοντα εἰς ἡμᾶς
10ἀπὸ δικαί̣ου ἀγορασία̣ς̣ π̣α̣ρ̣ὰ̣ Ἐπιφανίου Μακα̣ρ̣[ίο]υ̣ κ̣[αθ]ο̣σιω̣μ̣ένου(*) ἀ̣π̣ʼ ἀκτο[υ-]
αρίων ἀριθμοῦ Μ̣[αύρων τῆς αὐ]τ̣ῆ̣ς̣ π̣[ό]λ̣ε̣ω̣ς̣ δοῦλον ὀ̣ν̣όματι Νεφερῶν μελανόχρων̣ οὐλὴ̣
χε[ι]ρ̣[ὶ] δ̣[εξιᾷ ἢ καὶ] ἑ̣τ̣έ̣ρ̣[ῳ] ὀ̣ν̣ό̣[μα]τ̣ι̣ καλεῖτα̣ι̣ ἢ̣ [κλ]ηθήσεται ὡς ἐτ̣ῶν δώδεκα
πλέω ἔλατ̣τ̣ο̣ν̣ κ̣[α]λῇ αἱρέσει πιστὸν καὶ ἄδραστον̣ ἐκτὸς ὄντα ἱερᾶς ν̣[όσ]ου̣
καὶ σίνους καὶ ἐπα̣φῆς καὶ κρυπτοῦ πάθους καὶ συμπτώσεως δαίμονος
15τ̣ι̣μῆς αὐτοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ
[ἡμῶν] χ̣ρυσοῦ νομισματίων δε̣σποτικῶν δοκίμων ἀριθμῷ ὀκτ̣ὼ̣ ἑκάσ̣τ̣[ου]
[παρὰ] κ̣ε̣ρά̣τια τέσσαρα δημοσίῳ ζυγῷ τῆς αὐτῆς Ἑρμουπολιτῶ̣ν̣, γίν(ονται) χρ(υσοῦ) νο(μισμάτια) η
π(αρὰ) κερ(άτια) λ̣β̣(*), ἅ̣π̣ε̣ρ̣ ν̣ο̣μίσματα ἡμεῖς οἱ ἀποδόμε[ν]οι οἱ προγεγραμμ̣ένοι Ὦφις καὶ
Ἰ[ωσῆφις ἀπ]ε̣σ̣χήκαμεν πα̣ρὰ σοῦ τοῦ ἀνο[υμένο]υ̣ τοῦ προγεγραμμέ̣[ν]ου
20[αἰδ]ε̣σ̣ί̣μ̣ο̣υ̣ Μ̣η̣ν̣ᾶ̣ ἀ̣π̣ὸ χειρός σου εἰς χεῖρας ἡμῶν ἐκ πλήρους ἐπʼ ὄ[ψ]ε̣σι τῶν
[ἑξ]ῆ̣ς ὑπογραφόντων μαρτύρων τῶν κατʼ ἐπιτροπὴν ἐμὴν καὶ β̣ούλησιν
κ̣α̣θ̣υ̣[πο]γ̣ραψάντω̣ν εἰ̣ς τὸ ἀ[πὸ τ]ο̣ῦ̣ [νῦν(?)](*)  ̣  ̣  ̣[  ̣]  ̣[  ̣]  ̣  ̣  ̣  ̣ σ̣ὲ τὸν ὠνούμενον
[τὸ]ν προγεγραμμένον αἰδ̣έσιμον Μηνᾶν τοῦ [αὐτοῦ δούλου ἐπι]κρα[τεῖν]
καὶ κυριεύειν̣ καὶ δεσ̣[πό]ζ̣ε̣ιν καὶ χ̣ρ̣ῆσ̣θ̣α̣ι̣ καὶ οἰκο̣ν̣ομεῖν̣ κ̣α̣ὶ̣ διο[ι]κεῖ̣ν πε̣ρ̣ὶ̣ α̣ὐ̣τ̣ο̣ῦ̣
25καὶ παρ̣απέμπειν ἐπὶ κληρονόμ̣ους σο̣υ ἢ δι̣α̣δ̣όχους ἢ δ̣ι̣ακ̣[ατό]χ̣ο̣υ̣ς̣ ἢ καθ̣ʼ ὃ̣ν̣
ἐὰν αἱρῇ̣ τρόπον ἀνε[μ]ποδίστως̣ κ̣α̣ὶ̣ ἀ̣κωλύ̣τ̣[ως] τ̣αύτ̣η̣ς̣ τ̣ῆ̣ς β̣ε̣β̣α̣ιώσ̣ε̣[ως]
[ἐ]φʼ ἅπαντος πρὸς πᾶσαν βεβα̣ίω̣σ̣ιν ἐξα̣κ̣ολουθούσης ἡμῖν τοῖς πωλοῦσ̣ι̣
καὶ μὴ ἐπελεύσασθαι(*) ἡμᾶς μ̣ηδʼ ἄλλον τινὰ ὑπὲρ ἡμῶν̣ ἐπ̣ὶ σὲ τὸν ὠνούμενον
μήτε ἐπὶ τοὺς πα̣ρὰ σοῦ μεταπ̣αραλημψομένους περὶ μηδενὸς τῆσδε τῆς
30π̣ρ̣[ά]σ̣ε̣ω̣ς̣ τ̣ρ̣όπῳ μηδενί· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ β̣εβαιώσομε[ν](*)
[ἡ ἔ]φοδος̣ ἄ̣[κυρος] ἔ̣[στω, κ]αὶ πρ̣ο̣σα̣πο̣τίσομεν ἢ ὁ(*) ὑπὲρ ἡμῶν ἐπελευσό(μενος)
ἐ̣π̣ὶ̣ σὲ̣ [τὸν ὠνούμενον ἢ τοὺς παρ]ὰ̣ σοῦ μεταπαραλημψομέ̣ν̣ο̣υ̣[ς]
τ̣ά̣ [τε βλάβη καὶ δαπαν]ή̣[μα]τα πάντ̣α καὶ ἐπιτιμίου λόγῳ ὡς ἴδιον χρέος
δι̣πλ̣ῆν τὴν τιμὴν καὶ ε̣ἰς τὸ δημόσιον τὸ ἴσον καὶ μηδὲν ἧ̣σσο[ν ἀρραγ]ῆ̣
35καὶ ἀσάλευτον καὶ ε  ̣  ̣  ̣τον εἶναί τε κ̣α̣ὶ̣ κ̣[υρίαν] τ̣α̣ύ̣τ̣η̣ν̣ τ̣ὴ̣ν̣ [π]ρ̣[ᾶσ]ι̣[ν   ̣  ̣  ̣  ̣  ̣]
ηδηπ̣ω̣σ̣εστ̣[  ̣]ν̣ε̣  ̣ν  ̣  ̣  ̣  ̣ρ̣ετ̣η π̣ρ̣ο̣σ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]τ̣ης ἀσφ̣αλείας καὶ τ̣η[  ̣  ̣  ̣  ̣]
ὀ̣κτω̣[⁦ -ca.?- ⁩]  ̣  ̣[  ̣  ̣  ̣]του παιδός̣
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 10. l. κ[αθ]ωσιωμένου
^ 18. P.Oxy. 86 p. 137 n. 1 : δ̣ prev. ed.
^ 22. BL 13.228 : λογον̣[  ̣  ̣  ̣  ̣]  ̣[  ̣  ̣  ̣  ̣] prev. ed.
^ 28. l. ἐπελεύσεσθαι
^ 30. l. βεβαιώσωμε[ν]
^ 31. D. Hagedorn, Tyche 26 (2011) 299 : prev. ed.

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.