DDbDP transcription: sb.3.6612 [xml]
AD 365 Oxyrhynchite
ἔστιν δὲ τὸ ἀ(ντίγραφον).
ὑ̣πατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος
αἰωνίων Αὐγούστων, Φαῶφι κε.
Αὐρήλιος Πολύβιο̣ς̣ Μέλανος μη(τρὸς) Ταὸρ ἀπὸ ἐποικίου Διοσκουρίου
5περὶ κώμην Σινκιφᾶ β πάγου τοῦ Ὀξυρυγχείτου νομοῦ
Αὐρηλίῳ Ἡρακλείδῃ Διοσκουρίδου πρυ(τανεύσαντι) βουλ(ευτῇ) τῆς λαμ(πρᾶς) καὶ λαμ(προτάτης)
[Ὀξ]υρυγχειτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐωνῆσθαι παρά σου
ἀ̣πὸ τ̣ο̣ῦ νῦν ἐπὶ τὸν [ἀ]εὶ χρόνον τὰς ὑπαρχούσας σοι ἐν πεδίοις
τ̣ῆς αὐτῆς κώμης Σινκιφᾶ ἐδ̣άφους Ἀνκελύλιος λεγομένου
10[ἰ]διωτικῆς̣ ἀρούρας τεσσεράκοντα ἐννέα πρότερον Κάστορος
[Β]ησᾶτος ἀπὸ ἐποικίου Εἰρήνης περὶ κώμην Βερκὺ τοῦ μεγάλου
Ἑρμοπολίτου νομοῦ καὶ ἐν ἄλλῳ τόπῳ περὶ τὴν αὐτὴν κώμην
[Σ]ι̣νκιφᾶ βασιλικῆ[ς] ἀρούρας δώδεκα ἢ ὅσας ἐὰν ὦσι πρότερον
[Σε(?)]ύ̣θου ἐπίκλην Φαμ̣πετβῆ καὶ Ἀρτέμιτ̣ος γυναικὸς ἀπὸ τῆς
15Ὀξυρυγχειτῶν πόλεως ἐφʼ αἷς ἔχο̣υσιν κατʼ ἀγρὸν γειτνίαις καὶ
τοποθεσίαις. διὸ ἀπὸ τοῦ νῦν κρατῖν(*) με καὶ κυριεύειν σὺν ἐκγό-
νοις ἀπὸ τῆς δεκάτης ἰνδικτίονος καὶ αὐτ̣[ῆς δε]κάτης ἰνδικ(τίονος).
κυρία ἡ ἀντίπρασις ἁ̣π̣λῆ γραφ(εῖσα), καὶ ἐπερ(ωτηθεὶς) ὡ̣[μο]λ(όγησα). Φαῶφι κε.
Αὐρήλιος Πολύβιος Μέλανος ὁ προκίμ[εν]ος ἐώνημαι τὰς
20προκιμένας ἰδιωτικῆς ἀρούρας τεσσεράκ[ον]τα ἐννέα καὶ βαλικῆς(*)
ἀρούρας δώδεκα καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν παντοῖα δημόσια τῶν
ἀπὸ τῆς εὐτυχοῦς δεκά̣της ἰνδικτίονος ὡς πρόκιται. Αὐρήλιος
Ἀπόλλων Ἰωάννου ἔγραψα ὑ(πὲρ) α(ὐτοῦ) γράμμ(ατα) μὴ εἰδ(ότος).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.