Papyri.info

sign in

sb.6.9102 = HGV SB 6 9102 = Trismegistos 17848



DDbDP transcription: sb.6.9102 [xml]

AD547-`9 Constantinople

διαμέμνηται ἡ σὴ ἐνδοξότης
ὡς ἔτι διαγούσης αὐτῆς κατὰ τὴν
βασιλείδα(*) ταύτην πόλιν οἱ παῖδες
Ἀπολλῶ τοῦ μακαριωτάτο(υ) οἱ
5ἐξ Ἀφροδίτης τῆς κώμης
ὁρμώμενοι κατὰ τὴν αὐτὴν
εὐδαίμονα γενάμενοι πόλιν
διʼ ὄχλου γεγόνασιν ἡμῖν φήσαντες
Θεοδόσιον τὸν μεγαλοπρεπέστατον
10τοὺς ὑπὲρ τῆς ἑνδεκάτης ἐπινεμ(ήσεως)
δημοσίους ἀποπληρωθέντα φόρο[υς]
μηδὲν ὑπὲρ αὐτῶν ἐπὶ τὸ δημόσιον
καταθεῖναι, τὸν δὲ πάγαρχον
εἰσπράττειν αὐτοὺς τὰ εὐσεβῆ
15τελέσματα, καὶ μὴ δίκαιον εἶναι
δεὶς(*) καταβαλεῖν ὑπὲρ τῶν αὐτῶν
χρόνων. προτρέπομεν τοίνυν
τὴν σὴν ἐνδοξότητα, τοῦτο μὲν
διὰ τὸ δίκαιον καὶ τὸν νόμον,
20τοῦτο δὲ καὶ διὰ τὴν ὑπόλημψιν
τοῦ προειρημένου μεγαλοπρεπεστάτου
ἀνδρός, τὰς οἰκείας ἐπαγγελείας(*)
πληρῶσαι καὶ παρασκευάσαι
τὸ ἱκανὸν αὐτοῖς περιγενέσθαι.
25ἢ γὰρ ἀνάγκη Θεοδόσιον τὸν μεγαλο[πρ(επέστατον)]
τοὺς ὑπὲρ αὐτῶν ποιούμενον λόγους
ἀποσοβῆσαι ἐκ τῆς κατʼ αὐτῶν
εἰσπράξεως τὸν ἐπιφυόμενον
αὐτοῖς ἢ ἐπὶ τούτους καταθεῖναι
30ὅπερ ἔτυχε παρʼ αὐτῶν εἰληφώς.
ὡσὰν τοίνυν μὴ κ̣α̣ὶ̣ εἰς τὰς θείας
ἀνενεχθείη ταῦτα παρʼ αὐτῶν ἀκοάς,
σπουδασάτω ἡ σὴ ἐνδοξότης
τούτους διευλυτῶσαι. τοῦτο δὲ αὐτὸ
35καὶ Θωμᾷ τῷ λαμπροτάτῳ χαρτουλ(αρίῳ)
τῆς παρʼ ἡμῶν προνοουμένης
θειοτάτης οἰκίας ἐπετρέψαμεν
διαπράξασθαι. †

Apparatus


^ 3. l. βασιλίδα
^ 16. l. δὶς
^ 22. l. ἐπαγγελίας

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.