Papyri.info

sign in

sb.6.9317b = HGV SB 6 9317 b = Trismegistos 17893 = yale.apis.0002250000



DDbDP transcription: sb.6.9317b [xml]

AD 148 Oxyrhynchus

Ἀγαθῷ Δαίμονι καὶ Πολ(έμωνι) βιβλ(ιοφύλαξι)
παρὰ Διογενίδος Πετενεφώτου τοῦ Σαραπᾶτος
μητρὸς Διογενίδος τοῦ αὐτοῦ Σαραπᾶτος ἀπὸ Ὀ-
ξυρύγχων πόλεως, διὰ τοῦ πατρὸς Πετενε-
5φώτου Σαραπᾶτος τοῦ Σαραπᾶτος μητρὸς Ταῶ-
τος Φατρέως ἀπὸ τῆς αὐτῆς πόλεως. ἀπογρά-
φομαι πρώτως τὸ κατηντηκὸς εἴς με ἐξ
ὀνόματος τῆς ἐμοῦ μὲν μητρὸς τοῦ δὲ πα-
τρός μου ὁμογνησίης(*) ἀδελφῆς καὶ γενομένης
10γυναικὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως, τε-
τελευτηκυίης ἀδιαθέτου υἱονοὺς(*) οὐκ ἐχού-
σης ἐπʼ ἐμοὶ μόνῃ θυγατρὶ καὶ κληρονόμῳ,
ἐν κώμῃ Τακολκείλι μέρος ἓν ἀπὸ μερῶν
πέντε ἐμβαδοῦ βείκου(*) ἑνὸς ἀπὸ ψειλῶν(*)
15τόπων· ὅπερ πέμπτον μέρος ἡ μήτηρ μου
οὐκ ἀπεγράψατο, κατήντησεν δʼ εἰς αὐτὴν
ἐξ ὀνόματος τῆς μητρὸς αὐτῆς Ταῶτος
Φατρέως τοῦ Φατρέως μητρὸς Ἀρσεῖτος Σε-
λεύκου ἀπὸ τῆς αὐτῆς πόλεως, τετελευτηκυί-
20ης ἀδιαθέτου υἱονοὺς(*) ἐξ ἑτέρων τέκνων
οὐκ ἐχούσης ἐπί τε τῷ πατρί μου Πετενεφώ-
τῃ ὄντι πρεσβυτέρῳ καὶ τῇ μητρί μου Διογε-
νίδι καὶ τοῖς ὁμογνησίοις αὐτῶν ἀδελφοῖς Διο-
γᾶτι καὶ Σαραπᾶτι τοῖς τέσσαρσι μόνοις τέ-
25κνοις καὶ κληρονόμοις ἀπολειπούσης ὅλον τὸν
βεῖκον(*) ἕνα , ὅνπερ οὐκ ἀπεγράψατο ἡ μάμ-
μη μου· ἐμέρισεν δʼ αὐτῇ τοῦτον ὁ πατὴρ αὐ-
τῆς Φατρῆς Φατρέως τοῦ Ἀμύλου μητρὸς
Ταύριος ἀπὸ Τακολκείλεως ἀπὸ ψειλῶν(*) αὐ-
30τοῦ τόπων διὰ τῆς κειμένης αὐτῇ πρὸς τὸν
τῶν γονέων μου πατέρα Σαραπᾶν Σαρα-
πᾶτος το[ῦ Πυρῶτος μ]ητρὸς Διογενίδος
ἀπὸ τῆς αὐτῆς π[όλεως] τοῦ γάμου συνγρα-
φῆς, γεγονυίης [διὰ γρ]αφίου(*) ἄνω τοπαρ-
35χίας ταῖς ἐπα[γομέν]αις τοῦ ἑκκαιδεκά-
του ἔτους θεοῦ [Τραια]νοῦ, ἐφʼ ᾗ ἐνθέσμῳ
καὶ ἀπεριλύτῳ [οὔσῃ ἐτ]ελεύτησεν ὁ Φατρῆς
οὐδὲν ὑπεν[αντίον ἐπιτελέσας] κατὰ
τοῦ μερισμοῦ. [τὸν δʼ αὐτὸν βῖ]κον ἕνα
40δηλῶ εἶναι ἀφʼ ὧ[ν ἀπεγ]ράψατο ὁ Φατρῆς
ὡς Ἁτρῆς Ἁτρέ[ως καὶ πα]ππόθ[εν κατ]ὰ μη-
τέρα Ὥρου τῷ Φαρμοῦθ[ι τοῦ ἐ]ννεακαι-
δεκάτου [ἔτους θεοῦ Ἁδ]ριανοῦ πρότερον
Σαρᾶτος Θώ[νιος τοῦ] Φατρέως τοῦ καὶ Ἀμύ-
45λου ἀπὸ Τακολκείλεως βείκων(*) δύο , ὡς
ἡ ἀπογραφὴ αὐτοῦ περιέχει. καὶ ὀμνύω
αὐτοκράτορα Καίσαρα Τῖτον Αἴλιον
Ἁδριανὸν Ἀντωνεῖνον σεβαστὸν εὐσεβῆ
ἀληθῆ εἶναι τὰ προγεγραμμένα. (ἔτους) ια
50Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ
εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ε.

Apparatus


^ 9. l. ὁμογνησίας
^ 11. l. υἱωνοὺς
^ 14. l. βίκου
^ 14. l. ψιλῶν
^ 20. l. υἱωνοὺς
^ 26. l. βῖκον
^ 29. l. ψιλῶν
^ 34. l. [γρ]αφείου
^ 45. l. βίκων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.