Papyri.info

sign in

sb.6.9399 = HGV SB 6 9399 = Trismegistos 36838



DDbDP transcription: sb.6.9399 [xml]

VI spc Hermoupolis Magna

y,ctr
τῷ δεσπότῃ μου καὶ ποθεινοτ̣άτῳ(*) π̣α̣τ̣ρὶ Δι[οσ]κουρίδης [ε]ὖ πράττειν.
τὴν μὲν ἐπὶ τοὺς ἔξω τόπους ἀποδημίαν ποιήσασθαι ἐβουλόμην,
ὡς καὶ πολλάκις προσκυνῶν σε διὰ γραμμάτ̣ω̣ν δεδήλωκα, σὺ δέ, δ[έσ]π̣ο-
τα, κατʼ οὐδέν μοι ἔφηνας εἰς τοῦτο συναγωνιζόμενος· ἐπίστα̣σ̣αι
5γάρ, κἂν(*) μὴ δηλώσω, καὶ γνώσῃ ἐκ τοῦ λόγου τ̣ο̣ῦ̣ τε λήματος(*)
καὶ τοῦ ἀναλώματος, ὡς οὐδὲν ὑπελείφθη, ἀλλὰ καὶ ἄλλα λαμβάνειν
εἰς ψιλὴν δαπάνην χρεία ἡμᾶς κατηνάγκασεν, ὡς διδάξει σε
τὸ γραφὲν ἀνάλωμα. διὸ εἰ μὲν β[ο]ιλοιο(*) κατα[φ]ρονῆσαι ὀλίγων
ὀσπρέων, ὅπως ταῦτα πωλήσας εὕρω, πῶς ἀποδημήσω· δῆλον· πέμψον.
10ἔστιν γὰρ ἑταῖρος, μεθʼ οὗ δύναμαι πεδῖ(*) ἀπελθεῖν, κἂν(*) τῆς
θαλάττης καιρός μ̣ε παρέλθῃ, ἀνὰ ὄνον. παρακαλῶ, μὴ ἀμε-
λήσῃς δηλῶσαι μοι, ὅπως παύσωμαι οὕτως φροντίζων τε καὶ λυ-
πούμενος, καὶ εἰ οἱ περὶ Φιλαπόλλωνα, κἂν(*) ὤθησαν(*) τὰ περὶ τὴν
κεφαλαιωτίαν, δίδωσ[ι]ν̣· ε̣ἰ̣ δὲ μ̣ή̣, μ̣ά̣θε, εἰ δύνασαι πεῖσαι
15τοὺς κυνώνους(*), ὅπως δώσω̣σι π̣άλι(*) τὰ ἀναλώματα· καὶ ἐγ̣ὼ ὄ[ψ]ομαι.
μέμνησο δὲ μοι, οἷα πεπόνθαμεν ὑπὸ τοῦ καταπτύστου καὶ ψ[ε]υδο-
τυρράνου καὶ οὕτω πο̣λλῷ τράχει χρώ̣μενος πέμψον μετὰ τῶν ὀλί̣[γ]ων
ἀ̣ν̣α̣λ̣ω̣μάτων τὴν γνῶσιν, ὅσα ἐστὶν πραττόμενα τῷ προειρη[μ]ένῳ
[⁦ -ca.?- ⁩]η̣ς· οὐ γὰρ εὔλ[ο]γ̣όν με βραδύνειν
20[⁦ -ca.?- ⁩ π]άντα τὸ τῆ̣ς [το]ῦ ἀρχίο̣υ̣(*) φρόντισμα καὶ ὕστερον
[⁦ -ca.?- ⁩] τῇ τύχῃ σ̣υ̣ν̣ειληφότας· ὅθεν δὲ
[⁦ -ca.?- ⁩]ω̣σα[  ̣]ο̣ι  ̣  ̣ς τῆς ἐξόδου
[⁦ -ca.?- ⁩ ἀ]νόδου οὐδὲν
[⁦ -ca.?- ⁩ κ]α̣τέχει, εἰ μὴ τὸ σὸν γ̣ρ̣ά̣μ̣μ̣α̣
25[⁦ -ca.?- ⁩]η̣ ἀποτυχεῖν μ̣ε̣ αμ
[⁦ -ca.?- ⁩ κ]α̣ὶ̣ [αὖ]θις παρὰ σοί· διὸ̣
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣ σπούδασον
[⁦ -ca.?- ⁩]α̣ν̣[  ̣  ̣]  ̣  ̣  ̣  ̣τ̣ι̣ ὅσα
r,ms
Ἀ[λ]έξανδρον δὲ τὸν ἀπὸ νοταρίων ε̣ὔκ̣ολ(ον) εὗρον ἐν ἐκύπτῳ(*) τ[⁦ -ca.?- ⁩]
30μου τὸ γράμμα. δηλώσῃς μοι περὶ πολιτῶν.
v
[⁦ -ca.?- ⁩] π̣α̣ρὰ Διοσκουρίδου.

Apparatus


^ y,ctr.1. l. ποθινοτάτῳ
^ y,ctr.5. l. καὶ ἂν
^ y,ctr.5. l. λήμματος
^ y,ctr.8. l. βούλοιο
^ y,ctr.10. l. πεζῇ
^ y,ctr.10. l. καὶ ἂν
^ y,ctr.13. l. καὶ ἂν
^ y,ctr.13. l. ἐώθησαν
^ y,ctr.15. l. κοινώνους
^ y,ctr.15. l. π̣άλιν
^ y,ctr.20. l. ἀρχείου
^ r,ms.29. l. Αἰγύπτῳ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.