Papyri.info

sign in

sb.6.9400 = HGV SB 6 9400 = Trismegistos 36839



DDbDP transcription: sb.6.9400 [xml]

VI spc Arsinoite

r
τῷ δεσπότῃ μου διὰ πάντα̣ θ̣α̣υ̣μ̣α̣σ̣ιωτάτῳ
προστάτῃ Ἡρώδῃ Ἡρᾶς.
ἔμαθον, ὡς οἱ ἀπὸ τῆς κώμης ἐλθόντες
πρὸς τὴν σὴν θαυμασιότητα ἐμέμψαντό με
5ὡ̣ς̣ βαρυτέρου ὄντος τοῦ ζυγίο[υ], ᾧ ὑποδέχομαι
τὸ χρυσίον τῆς ἀπαιτήσ̣ε̣ω̣ς̣ κ̣α̣ὶ̣ τῶνδε κερατίων
ἐλαφροτέρων ὄντω[ν]. [κ]α̣ὶ̣ βουληθεὶς ἀνελθεῖν
καὶ ἀναδιδάξαι σου τὴν σεμνοπρέπειαν οὐκ ἐπε-
τρεψ[άμην ἄνευ] κελεύσεως αὐτῆς· γράφω
10τοίνυν, ὡς οὔτε ζύγιον ἔλαβον μεθʼ(*) ἐμαυτοῦ ἀπὸ
τῆς πόλεως ο̣ὔ̣[τε ἄλλο τ]ι̣, ἀ̣[λλὰ τὸ ζ]ύγιον ἐδεξά-
μην Διονυσίου τοῦ γραμ̣μ̣ατέως τῆς κώμης,
ἐν ᾦ ὑπέχετο πρὸ τούτου τὴν ἀπαίτησιν, καὶ
ἐπʼ αὐτῷ ἔστησα καὶ ὑπεδ̣εξάμην τ̣ὸ̣ χ̣ρ̣υ̣σίον. εἰ οὖν
15δ[ο]κ̣ε̣ῖ̣ τ̣ῇ σῇ ἀρετῇ, ἐπειδὴ χωρὶς γνώμης αὐτῆς
ο̣ὐ̣δ̣ὲ̣ν̣ δ̣ύναμαι πρᾶξαι, λαβεῖν με πρόγραφ[ε]
παρʼ ἑκάστου κεφαλαιωτοῦ τοῦ χρυσίο̣υ̣ τοῦ αἱροῦντος
τῷ μέρει αὐτοῦ ἤγουν ποίησαι Διονύσιον τὸν γραμ-
μ̣α̣τ̣έ̣α̣ π̣ά̣λ̣ι̣ν̣ ὑπο[δέ]ξασθαι. καὶ προέγραφον π[α]ρ̣α̣-
20σχεῖν τὸ παριστάμ̣ε̣νον τῇ σῇ ἀρετῇ. κελεύσῃ μοι
γραφῆναι· ἐ̣[γ]ὼ̣ πρὸς τ̣[ὰ] κελευόμενά μοι
ἐξακολου̣θ̣ήσ̣ω, δ̣[έσ]π̣οτα.
(hand 2) ἐρρῶσθαί σοι
εὔχομαι πολλοῖς
25χρόνοις, δέσποτα.
[ὥ]ρ̣ᾳ ι̣ Τ̣ῦ̣β̣ι̣.
v
† τῷ δεσπότῃ μου διὰ πάντα θαυμασιω̣τάτῳ καὶ προστάτῃ Ἡρώδῃ Διονύσιος̣.

Apparatus


^ r.10. l. μετʼ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.