Papyri.info

sign in

sb.8.9642_4 = HGV SB 8 9642 4 = Trismegistos 8735



DDbDP transcription: sb.8.9642_4 [xml]

AD 104? Tebtynis

[ἔτους ⁦ -ca.?- ⁩ Αὐτοκράτορος Καί]σαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ἀπελλαίου ιε Φαῶφι ιε ἐν Τεβτύνι τῆς Πολ(έμωνος)
[μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ ⁦ -ca.?- ⁩ πρε]σβύτερος Διδᾶ τοῦ Διδύμου μητρὸς Διοσκοροῦτος τῆς Μοσχίωνος τῶν ἀπὸ τῆς μητροπόλεως
[⁦ -ca.?- ⁩ ὡς ἐτῶν πεν]τήκοντα οὐλὴ χείλι(*) τῷ ἄνω ἐξ ἀριστερῶν συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν εἶναι τῶν
[γεγονόσι αὐτῷ ἐκ τῆς ἑαυτοῦ γυναικὸς Κλ]εοπάτρας τῆς Διονυσίου υἱοῖς δυσὶ Ἀμμωνίῳ καὶ Ἡρακλείδῃ ἑκάστῳ ἐξ ἴσου τὴν ὑπάρχουσαν αὐτῷ περὶ
5[⁦ -ca.?- ⁩]μύκου τοῦ καὶ Ἀρείου Ἀρχιστρατείου τοῦ καὶ Ἀλθαιέως ἀμπελῶνος ἑκτολογουμένου ἄρουραν
[μίαν καὶ τὸ ὕπαρχον αὐτῷ ἥμισυ μέρος κοινὸν] καὶ ἀδιαίρετον πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μοσχίωνα οἰκίας καὶ αὐλῆς καὶ ὅσα ἐὰν ἄλλα καταλί̣ψ̣ει(*)
[⁦ -ca.?- ⁩ ἢ καὶ ἕτερα σὺν τοῖς ἄλλοις ἐλευ]σομένοις εἰς αὐτὸν ἀφʼ οὗ δήποτε οὖν τρόπου, ἔτι δὲ καὶ τὰ ὑπʼ αὐτοῦ ἀπολειφθησόμενα ἐπί-
[πλοα ⁦ -ca.?- ⁩ καὶ ἐνδομε]νία καὶ ἐνοφιλόμενα(*) αὐτῷ καθʼ ὃν δήποτε οὖν τρόπον. ἡ δὲ προγεγραμμένη αὐτῶν μή-
[τηρ Κλεοπάτρα ⁦ -ca.?- ⁩] ἀφʼ οὗ ἐὰν ἔτους τελευτήσῃ ἐφʼ ὃν χρόνον περίεστιν καὶ ἄγαμος καθέστηκεν τὰ προ-
10[⁦ -ca.?- ⁩ ἐ]νοικεῖν ἐν τοῖς οἰκοπέδοις καὶ δουλεύεσθαι ὑφʼ ὧν ἐὰν καταλίψει(*) δουλικῶν σωμάτων
[⁦ -ca.?- ⁩]  ̣ αὐτὴν Κλεοπάτραν τρεφούσης αὐτῆς καὶ ἱματιζούσης τὰ αὐτὰ ἐξ ἀλλήλων τέκνα   ̣  ̣  ̣  ̣
[⁦ -ca.?- ⁩] τοῖς αὐτοῖς τέκνοις ἐξουσίας μηδὲν ἐπὶ καταχρηματισμὸν οἰκονομῆσαι κατὰ τῶν   ̣  ̣  ̣  ̣
[⁦ -ca.?- ⁩] τῆς μητρὸς αὐτῶν πρὸς τὸ μένειν α̣ὐ̣[τῇ τὴ]ν καρπείαν καὶ ἐνοίκησιν καὶ δουλείαν
[⁦ -ca.?- ⁩ το]ῦ σώματος αὐτοῦ κηδείαν εἰσε̣ν̣[ενκέτ]ωσαν ἀργυρίου δραχμὰς διακ[οσίας]
15[⁦ -ca.?- ⁩ τὸ] σῶμα αὐτοῦ ἐν τοῖς περὶ Λαβύρ[ι]ν̣θ̣[ον   ̣  ̣  ̣]οις αὐτῷ. ἀκυρῶν ὁ προγε-
[γραμμένος ⁦ -ca.?- ⁩] κατὰ πάντα τρόπον, τοῦτο δὲ τὸ συνχώρημα κύριον εἶναι σὺν τοῖς διʼ αὐτοῦ ἐγγεγρ[αμ-]
[μένοις. ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ ὁμολογῶν ἔχειν αὐ]τ̣ὸ̣ν κατὰ τῶν ἑαυτοῦ ὑ̣π̣α̣ρ̣χ̣[όντων] ὁ̣λ̣[οσχερῆ ἐξου]σίαν πωλεῖν ὑποτίθεσθαι μεταδιατίθεσθαι
[⁦ -ca.?- ⁩]ς ἄλλῳ δὲ οὐδενὶ οὐδενὸς ὑπ[ο]χωρῶ. μάρτυρες Ἡρακλείδης ὁ καὶ   ̣  ̣  ̣  ̣σ̣τ̣ο̣λος Ἡρακλείδου   ̣  ̣  ̣
[⁦ -ca.?- ⁩]ων οὐλὴ ὀφρύι δεξιᾷ, Δίδυμος Ὠριγένους τῶν κεκοσμητευκότ(ων) ὡς ἐτῶν τεσσαράκοντα πέν-
20[τε ⁦ -ca.?- ⁩ Σάτυρος ὁ καὶ Ὡρίων Λαβήσιος ὡς (ἐτῶν)] τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ, Μυσθῆς Διδύμου ὡς ἐτῶν τριάκοντα
[⁦ -ca.?- ⁩ Σ]αβεῖνος Ἀπολλωνίου τοῦ καὶ Ἰσιδώρου ὡς ἐτῶν πεντήκ̣ο̣ν̣-
[τα ⁦ -ca.?- ⁩ Διόσκορος Ῥ]ούφου ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐληι(*) ποδὶ δεξιῶι, οἱ ἓξ
[⁦ -ca.?- ⁩ (hand 2) ⁦ -ca.?- ⁩ συνεχ]ώρησα μετὰ τὴν τελευτήν μου τοῖς υἱοῖς μου Ἀμμωνίωι καὶ
[Ἡρακλείδῃ ⁦ -ca.?- ⁩ ἄρ]ουραν μίαν καὶ τὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ αὐλῆς καὶ ὅσα ἐὰν
25[καταλείψω ⁦ -ca.?- ⁩]ου ἢ καὶ ἕτερα σὺν το̣ῖ̣ς̣ ἄ̣λ̣λ̣οις ἐλευσομένοις εἴς με ἀφʼ οὗ δήποτε οὗν
[τρόπου ⁦ -ca.?- ⁩] καὶ τὰ ἐ̣ν̣ο̣φειλ̣όμεν̣α̣ καὶ γενήματα, τῆς γυναικός μου Κλεοπάτρας
[⁦ -ca.?- ⁩] καὶ ἐνοικούσης καὶ δουλευομένης, τρεφούσης καὶ ἱματιζούσης
[⁦ -ca.?- ⁩]ς καὶ συνεπείσθη ἅπασι καθὼς πρόκιται καὶ σφραγιῶι γλύμματι
[⁦ -ca.?- ⁩ (hand 3) ⁦ -ca.?- ⁩] δου  ̣  ̣ακ(  ) Λουρίου τοῦ Ἡρακλείδου μαρτυρῶ καὶ σφραγειῶ(*) (hand 4) Δίδυ-
30[μος Ὡριγένους τῶν κεκοσμητευκότων μαρτυρῶ]ι(*) καὶ σφραγιῶι(*). (hand 5) Σάτυρος ὁ κ̣(αὶ) Ὡρίων Λαβή̣(σιος) μαρτυρῶ καὶ σφραγιῶ. (hand 6) Μυσθῆς Διου(*) μαρτυρῶι(*)
[καὶ σφραγιῶ. (hand 7) Σαβεῖνος Ἀπολλωνίου τοῦ καὶ Ἰσιδ]ωρου μαρτυρῶ καὶ σφραγιῶ. (hand 8) Διόσκορος Ῥούφου μαρτυρῶ καὶ [σφραγιῶ].

Apparatus


^ 3. l. χείλει
^ 6. l. καταλείψει
^ 8. l. ἐνοφειλόμενα
^ 10. l. καταλείψει
^ 22. l. οὐλὴ
^ 29. l. σφραγιῶ
^ 30. l. [μαρτυρῶ]
^ 30. l. σφραγιῶ
^ 30. l. Δι<δύμ>ου
^ 30. l. μαρτυρῶ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.