Papyri.info

sign in

sb.8.9841 = HGV SB 8 9841 = Trismegistos 5796



DDbDP transcription: sb.8.9841 [xml]

247 BC Oxyrhynchus

r
[βασιλεύοντος Πτολ]ε̣μ̣[α]ίου τοῦ Πτολεμαίου Σωτῆρος
[(ἔτους) λθ μηνὸς Φαμενὼ]τ̣ [ἐν Σέφθ]α̣ι̣ τ̣ο̣ῦ Ὀξυρυγχίτου. ὁμολογεῖ
Χ̣α̣[ιεμνηγό]ι̣ς̣ Πε̣κᾶ̣το̣ς βου[κόλος] ἐ̣κ̣ Χο̣ινώτβιος \τοῦ Ἡρακλεοπολίτου/ Ζηνοδώρωι οἰκο-
[νόμ]ω̣[ι] ἐξειληφέναι κώ[μης] Σ̣έφθα τῆς \φακὴς/ ⟦ἀθήρας \καὶ φα̣κ̣ῆ̣ς/⟧ τὴν μονο-
5[π]ω̣λ̣ίαν φ̣όρ̣ου \εἰ[ς] ἐνιαυτὸν/ τὸμ(*) μῆνα ἕκαστον ἀργυρίου̣ δ̣ρ̣α̣χμῶν
τριῶν κ̣α̣ὶ τ̣ριωβόλου. εὐτακτεί̣τω δὲ Χαιεμνηγόις τὸν φό-
ρ̣ον καθʼ ἕκαστον μῆνα. ἐὰν δὲ μὴ εὐτακτῆι, ἀποτεισάτω
οὗ ἂν μηνὸς μὴ εὐτακτήσηι τὸν φόρον ἡμιόλιον· ἐξέστω δὲ
Ζηνοδώρωι καὶ ἐπαναμισθοῦν, κ̣αὶ ἐάν τι ἀφεύρηι, ἀποτεισάτω
10Χαιεμνηγόις. παραμεινάτω̣ [δὲ] Χ̣αιεμνηγόις τὸν χρόνον τὸν
ὑπογεγραμμένον ποιῶν κατὰ τὰ γεγρ̣α̣μ̣μ̣έ̣να̣. [ἐ]ὰν δὲ μ̣ὴ̣ παρα-
μείνηι, ἀποτεισάτω τὸ ἀφεύρεμα̣ [  ̣]  ̣  ̣[  ̣]δ̣[  ̣  ̣  ̣]ω̣ι̣ τοῦ ἐνιαυτοῦ,
καὶ ἡ πρᾶξις ἔστω πρὸς βασιλικά. ἔ̣γ̣γ̣[υος] Χαιεμν̣η̣[γ]όις ε̣[ἰς ἔκτ]ε̣ι̣-
σιν κατὰ τὰ γεγραμμένα Τικαῖπις Μ̣ν̣εύιος ἡ̣ [γυνὴ(?) αὐτοῦ.]
15⁦ vac. ? ⁩
15βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμα̣ί̣ου Σωτῆρος
(ἔτους) λθ μηνὸς Παμενὼτ ἐν Σέφθαι τοῦ Ὀξ[υ]ρυγχίτου. ὁμο-
λογεῖ Χαιεμνηγ̣όις Πεκᾶ̣τος βουκόλος ἐκ Χοινώ̣τβιος το̣ῦ̣ Ἡ̣ρ̣α̣ \ κλεοπολίτ̣ο̣/υ(*) Ζη-
νοδώρω[ι οἰκονόμ]ωι ἐξειληφέναι̣ κ̣ώ̣μης Σ[έ]φθ̣α̣ τὴν μονοπω-
λίαν τῆς ⟦ἀθήρας καὶ⟧ φακῆς εἰς ἐνια̣υ̣τὸν φ̣ό̣ρου τὸμ(*) μῆνα
20ἕκαστον ἀργυρίου δραχμῶν τριῶν καὶ τριωβόλου. εὐτακτεί-
τω δὲ Χαιεμνηγόις τὸν φόρον καθʼ ἕκαστον μ̣ῆ̣[να]. ἐὰν δὲ μὴ εὐ-
τακ̣τῆι, ἀποτεισάτω οὗ ἂν μηνὸς μὴ εὐτακ[τή]σ̣ηι τὸν φόρον
ἡμιόλιον, καὶ ἐξέστω Ζηνοδώρωι ἐπαναμισθ[οῦ]ν, καὶ ἐά̣ν τι ἀ-
φεύρηι, ἀποτεισάτω Χαιεμνηγόις. παραμεινά̣τ̣[ω] δὲ καὶ τὸν
25χρόνον τὸν ὑπογεγραμμένον π̣ο̣ιῶν κατὰ τὰ γε̣[γρα]μμένα.
ἐὰν δὲ μὴ παραμείνηι, ἀποτεισάτω τὸ ἀφεύρεμ[α   ̣  ̣]  ̣ν̣[  ̣  ̣  ̣  ̣]
τοῦ ἐνιαυτοῦ, καὶ ἡ πρᾶξις ἔστω πρὸς̣ βασιλικά. [ἔγγυος Χαιεμνη-]
γόιος εἰς ἔκτεισιν κατὰ τὰ γεγραμμένα Τικαῖ[πις Μνεύι-]
ο̣ς̣ ἡ̣ γυν̣ὴ̣ \  ̣  ̣/ αὐτοῦ.
Demotic 4 lines
v
Χαιεμνεύιος Τικαίπιος

Apparatus


^ r.5. l. τὸν
^ r.17. l. Ἡρακλεοπολίτου
^ r.19. l. τὸν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.