Papyri.info

sign in

sb.8.9876 = HGV SB 8 9876 = Trismegistos 22923



DDbDP transcription: sb.8.9876 [xml]

AD534 Herakleopolis

ὑπατείας τοῦ [δεσ]πότου ἡμῶν Φλ(αυίου) Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου
τὸ δ Ἐπεὶ[φ] κβ τέλ(ει) τῆς παρούσης δωδεκάτης ἰνδικ(τίονος) Ἡρακλ(έους)
πόλει. τῷ ὁσ[ιω]τάτῳ καὶ θεοφιλεστάτῳ ἀββᾷ Παύλῳ ἐπισκόπῳ
τῆς ἁγίας κ[αὶ μεγάλης ἐ]κκλησίας ταύτ[η]ς τῆς Ἡρακλεοπολιτῶν
5μητροπό[λεως Αὐρη]λίαι Μάννα θυγάτηρ Ἰωάννου, μητρὸς
Ἄνης καὶ Ν[ύμφη, θυγάτ]ηρ Ἀπολλῶ, μητρὸς Θαμούλης, μετʼ ἀγαπητοῦ
ἐμοῦ Ἠλεία, [υ]ἱοῦ Πα[νπ]είου, διακόνου τῆς αὐτῆς ἁγίας ἐκκλησίας,
πάντες ἀπὸ τῆς αὐτῆς πόλεως † μεμισθώκαμεν τῇ σῇ θεοφιλίᾳ
κατὰ δίκαιον μισθαπ[ο]χῆς ἀπὸ τῶν ὑπαρχόντων ἡμῖν
10ἐν πεδίοις κώ̣μης [Κ]τοήρεως τοῦ Ἡρακλεοπολίτου νομοῦ κλήρου
Ταρέτταρυ ἀρούρα[ς τ]έσσαρας (ἀρούρας) δ εἰς σπορὰν χόρτου
εἰς τ[ὸ]ν σπόρ[ον τ]ῆς ε[ὐ]τυχοῦς τεσσαρεσκαιδεκάτης ἰνδικ(τίονος). καὶ αὐτόθει(*)
εἰς χεῖρας [ἔδωκα]ς π[άν]τας τοὺς τούτων φόρους ἐ̣κ̣ πλήρους κα̣θ̣ὼ̣ς
μεταξὺ ἡ[μ]ῶν συνήρησεν, ἡμῶν τῶν ἐ[κμ]ισθωσαμένων
15επιγιγνωσ̣κόντων(*) τὰ τούτων παντοῖα δημόσια τελέσματα.
ἡ μισθα[π]οχὴ κυρία, καὶ ἐπερ(ωτηθέντες) ὡμολο(γήσαμεν). (hand 2) Αὐρηλίαι Μάννα
θυγάτη[ρ] Ἰωάννου, καὶ Νύμφη, θυγάτηρ Ἀπολλῶ, αἱ προκίμεν-
αι, μετʼ ἀγαπητοῦ ἐμοῦ Ἠλεία υἱοῦ Πανπείου διακόνου,
πεποιήμεθα ταύτην τὴν μισθαποχὴν ὡς πρόκιται.
20Αὐρήλιος [Χρ]ῆστος Ἰωάννου ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα
ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων ☧.
χμγ
di emu Mena ἐτελείωθη διʼ ἐμοῦ Μηνᾶ.

Apparatus


^ 12. l. αὐτόθι
^ 15. l. ἐπιγιγνωσκουσῶν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.