Papyri.info

sign in

upz.1.10 = HGV UPZ 1 10 = Trismegistos 3401 = p.lond.1.45,p35



DDbDP transcription: upz.1.10 [xml]

160 BC Memphis
[Reprinted from: p.lond.1.45,p35] PLond1,45p35

Βασιλεῖ Πτολεμαίωι καὶ Βασιλίσσηι Κλεοπάτραι
τ[ῆ]ι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν
Πτολεμαῖος Γλαυκίου Μακεδὼν τῶν
ἐν κατοχῆι ὄντων ἔτος τοῦτο
5τρεισκαιδέκατον ἐν τῶι πρὸς Μέμφει
μεγάλωι Σαραπιείωι. ὑπαρχούσης μοι
πατρικῆς οἰκίας περὶ κώμην Ψῖχιν τοῦ
Ἡρακλεοπολίτου καὶ ταύτης κατεσπασμένης
καὶ τῶν ἀπʼ αὐτῆς φορτίων διενηνεγμένων
10ὄντων ἀξίων χαλκοῦ (ταλάντων) κ ὑπὸ τῶν
γειτνιώντων μοι Ἑσπέρου καὶ Ἀταίου τοῦ
υἱοῦ αὐτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Πολέμωνος
οἱ δηλούμενοι οὐκ ἀρκεσθέντες ἐφʼ οἷς ἦσαν
διαπεπραγμένοι ἔτι καὶ τὴν προσοῦσαν
15αὐλὴν καὶ τὸν τῆς οἰκίας τόπον ψιλὸν
περιοικοδομήσαντες χρῶνθʼ ὡς ἰδίοις
καταφρονοῦντες ἐπὶ τῶι μὴ δύνασθαί με
ἐξελθόντα ἐκ τοῦ ἱεροῦ καὶ παραγενόμενον
ἐπὶ τοὺς τόπους ποήσασθαι(*) πρὸς αὐτοὺς
20λόγον. ἐπεὶ οὖν, μέγιστε βασιλεῦ καὶ
βασίλισσα, τὸν μὲν περὶ τῶν διενηνεγμένων
φορτίων οὐ δύνομαι(*) ἐπὶ τοῦ παρόντος λόγον
πρὸς αὐτοὺς ποήσασθαι(*) περὶ δὲ τοῦ περι-
ῳκοδομηκένʼ αὐτοὺς τὰ ὑπὸ τοῦ πατρός μοι
25καταλειφθέντα καὶ χρῆσθʼ ὧι ἂν προαιρῶνται
τρόπωι, δέομαι ὑμῶν ἀποστεῖλαί μου τὴν
ἔντευξιν ἐπὶ Κυδίαν τὸν τοῦ νομοῦ
στρατηγόν, ὅπως ἀνακαλεσάμενος τοὺς
προειρημένους διαστείλητʼ αὐτοῖς μηκέτι
30εἰσβιάζεσθαι εἰς τοὺς προκειμένους τόπους,
παραδοῦναι δὲ τοῖς παρʼ ἐμοῦ, περὶ δὲ ἧς
πεποίηνται βίας διαλαβειν(*) μισοπονήρως,
ἵνʼ ὦ καὶ αὐτὸς μετειληφὼς τῆς παρʼ ὑμῶν
εἰς τὸν βίον ἀντιλήψεως.
——
35εὐτυχεῖτε.

Apparatus


^ 19. l. ποιήσασθαι
^ 22. l. δύναμαι
^ 23. l. ποιήσασθαι
^ 32. l. διαλάβηι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.