Papyri.info

sign in

upz.1.112 = HGV UPZ 1 112 = Trismegistos 3504 = p.paris.62



DDbDP transcription: upz.1.112 [xml]

203/202BC Memphis
[Reprinted from: p.paris.62] PParis62

r,1
[πωλοῦμεν τὰς ἐν τ]ῶι Ὀξυρυγχίτηι ὠνὰς εἰς τὸ α (ἔτος)
[καὶ τὸ β (ἔτος) ἀπὸ μην]ὸς Μεσορὴ εἰς δωδεκάμηνον
[καὶ τὰς ἐπαγομένας] ἡμέρας ε. ἀ[γ]οράζετε δὲ
[τὰς ὠνὰς δικαίως καὶ] μέλλετε μη[θ]ένα συκοφαντήσειν
5[τῶν ὑποτελῶν μηδὲ(?)] δ[ια]βαλλεῖν(*), ἀλλʼ ἀπὸ τοῦ βελτίστου
[πραγματεύσεσθα]ι κατὰ τοὺς νόμους καὶ τὰ δια-
[γράμματα καὶ τὰ πρ]οστάγματα καὶ τὰ διορθώμεθα(*)
[τὰ ὑφʼ ἡμῶν διατα(?)]σσόμενα ἐφʼ ἑκάστης ὠνῆς,
[τὰς δὲ ὠνὰς ἀναπ]ληρώσειν οὐθένα ὑπόλογον
10[ποιούμενοι πρὸς τὸ] βασιλικὸν παρευρέσει ᾑτιν[ι]οῦν
[καὶ μηθὲν ἀπονοσφι(?)]εῖσθαι ὡς καὶ τὰς ἐγδείας(*) πραχθή-
[σεσθε. καρτερεῖτε δὲ(?)] τὰ τέλη λαμβάνοντες, ὅσα καὶ
[- ca.10 -]
[ —— ἐγγ]ύους δ καταστήσουσιν οἱ ἐγλα-
[βόντες τῶι τε οἰκο]νόμωι καὶ \τῶι/ βασι[λικῶι] γραμματεῖ
15[- ca.18 -][ τῶ]ν ἐπιδ[εκάτω]ν
[- ca.20 -]  ̣  ̣  ̣[  ̣]  ̣τω[  ̣][, ἀφʼ ἧς ἂν ἡμέρας]
r,2
παρομολογηθῆι [ἐπὶ τῆς] πράσεως, ἐν ἡμέραις λ κατὰ
πενθήμ[ε]ρον τ[οῦ ἐπι]βάλλοντος. τούτων δὲ τὰ σύμβ[ολα]
τεθήσετα[ι, ἀφʼ ἧς ἂν ἡμ]έρας ληφθῆι, ἐ[ν] ἡμέραις [  ̣]
ἐπὶ τῆς βασιλικῆς τραπέζης μετʼ ἀναγραφῆς ἐσφρα-
5γισμένα ὑπὸ [τῶν αὐτ]ῶν καὶ τοῦ τραπεζίτου. οὗτος δ[ὲ]
προσθή[σε]ται ἐ[ν τοῖς μη]νιείοις τὸ καθʼ ἓν τῶν συμβ[όλων]
εὐσήμως ὅσα [ἐπὶ τῶν ὑ]ποθηκῶν ἐστιν καὶ τίνες ο[ἱ]
βεβαιωταὶ [καὶ] τ[ίνας ἕκα]στοι εἰς τὴν βεβαίωσιν
ὑποθήκας   ̣[- ca.9 -] δεδώκασιν καὶ τῶν εἰ[λ]ηφό[των]
10τὰ διεγγυήμ[ατα τὰς ὑπο]γραφάς, ὅτι ἐπεσκεμμέν[αι]
εἰσὶν κα[ί] εἰσιν ἄξ[ιαι](*) [τοῦ πλή]θους, ὡς ἐάν τι ἀπ[ολί]πωσ[ι τῶν]
  ̣  ̣η} καθηκόντ[ων   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ωσιν συν[ε]κτείσον[τες],
[ἐὰν δὲ] ἀναπλ[ηρώσωσι τὰς] ὠν[ὰς - ca.15 -]
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] σύμβολα [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]ν[- ca.9 -]ν ὅ τε
15ἐπιμελ[ητὴς καὶ ὁ οἰκονόμος] κα[ὶ ὁ βασιλικὸς γρα]μματεὺ[ς]
καὶ ἀνοίσ[ου]σ[ιν - ca.20 -]  ̣  ̣  ̣  ̣[  ̣]
[——]
[ὃ]ς δʼ ἂν ἄλλως [οἰκ]ον[ομῆι - ca.17 -]
[  ̣] περὶ ταῦτα κα  ̣ [- ca.19 -][ ἀποτείσει]
r,3
εἰς τὸ βασιλικὸν καθʼ ἕκαστον ἀδίκημα (τάλαντα) ε
καὶ πρὸς τὸν διοικητὴν καταποσταλήσεται μετὰ φυλακῆς.
ἐὰν δέ τινες ἄνευ τῆς τῶν προγεγραμμένων γνώμης
διεγγυήσωσιν, τὰ ληφθέντα ὑπάρξει εἰς τὴν ἔγληψιν(*)
5καὶ ἀναγκασθήσεται προσδιεγγυᾶν τοῦ παρομολογηθέντος
ἐὰν δὲ οἱ λαβόντες τὰ σύμβολα τῆς διεγγυήσεως μὴ
[ἐπα]νενέγκωσιν ἐπὶ τὴν τράπεζαν, ἀποτείσουσιν
[ἑκ]άστου συμβόλου ἕ[κ]αστος αὐτῶν (τάλαντον) α
κ[αὶ οὐ]θὲν ἧσσον ἀναγκασθήσονται ἀποκαταστῆσαι
10τὰ σύμβολα ἐπὶ τὴν [τ]ράπεζαν.
ἐὰν δέ τινες τῶν κατασχόντων τὰς ὠνὰς μὴ διεγγυή-
σωσιν ἐν τῶι ὡρισμένωι χρόνωι, ἐπαναπραθήσονται
\α/ὐτῶν(*) αἱ ὠναὶ κα[ὶ ἐ]άν τι ἀφεύρεμα γένηται, πραχθήσονται
παραχρῆμα, τοῖς δὲ βουλομένοις ὑπερβάλλειν μετὰ τὸ τὸν
15θαλλὸν δοθῆναι, ἐξέσται ἐν αὐτῶι τῶι πρατηρίωι, οὐκ ἐ-
[λάσ]σονος δὲ τῶν ἐπιδεκάτων.
[οἱ δʼ] ἐγλαβόντες τὰς ὠνὰς ποιήσονται τὰ ἀποπράματα
[με]τὰ τοῦ [οἰκονόμου] καὶ τοῦ βασιλικοῦ γραμματέως
[καὶ] οἱ παρὰ [τούτων] κατασχόντες ἐγγύους καταστήσουσιν
r,4
τοῖς προγεγραμμένοις, ἃ οὐ λογισθήσεται τοῖς τελώναις
εἰς τὰ διʼ αὐτῶν κατασταθησόμενα διεγγυήματα.
οἰκονομηθήσεται δὲ καὶ τὰ τούτων σύμβολα τὸν αὐτὸν
τρόπον. αἱ δʼ ἀναφοραὶ μερισθήσονται τῆς μὲν ζυτηρᾶς
5τῆς χειμερινῆς ἑξαμήνου λογιζομένου τοῦ μηνὸς
ἐξ ἡμερῶν λε, τῆς δὲ θερινῆς ἐξ ἡμερῶν κε,
τῶν δʼ ἄλλων ὠνῶν ἐκ τοῦ κατὰ λόγον τῶν ὑπαρχουσῶν
μέχρι τοῦ α (ἔτους), ἐὰν μὴ ἐπί τινων ἄλλο τι λυσιτελέστερον
συνχωρηθῆι ἐπὶ τῆς πράσεως. τοῖς δʼ ἐγλαμβάνουσιν
10τὰς ὠνὰς μεταδοθήσεται ὑπὸ τῶν προπραγματευ-
ομένων τὰ γενήματα τῶν προεληληλ̣υθυιῶν(*) ἡμερῶν
μετὰ χειρογραφίας ὅρκου βασιλικοῦ.
——
ὁ δὲ διαλογισμὸς τῆς ἐγλήψεως συσταθήσεται πρὸς αὐτοὺς
κατὰ μῆνα ἐκ τῶν πιπτόντων ἐπὶ τὴν τράπεζαν.
——
15τῶν δὲ πρὸς γενήματα διοικουμένων ὁ μὲν χειρισμὸς
ἔσται διὰ τῶν παρὰ τῶν βασιλικῶν γραμματέων, συνχειρι-
οῦσιν δὲ καὶ οἱ παρὰ τῶν οἰκονόμων καὶ οἱ τελῶναι.
ὁ δὲ λόγος τῆς προσόδου γραφήσεται πρὸς τοὺς τελώνας
πρὸς τράπεζαν καὶ τὰ διεγγυήματα ἐνε[χ]υρασθήσεται
20πρὸς τὰ ὀφειληθησόμενα πρὸς τὸν χειρισμὸν τῶν γενη-
μάτων, τὰ δὲ συναχθησόμενα διαγραφήσετα[ι] εἰς τὸ βασιλικὸν
r,5
ἀκολούθως τοῖς ὑπάρχουσι περὶ τούτων προστάγμασι
καὶ χρηματισμοῖς.
——
τοῖς δʼ ἀναπληρώσουσιν τὰς ὠνὰς δοθήσεται ὀψώνια,
ἐάνπερ ἐκπληρώσωσιν καὶ καθεστακότες τὰ διομολο-
5γηθέντα \διεγγυήματα/, τοῦ (ταλάντου) (δραχμαὶ) χ, ὃ προσδιαγράψουσιν ἐκτὸς τῆς
ἐγλήψεως. οἱ δὲ παρὰ τῶν τοπογραμματέων καθεστα-
μένοι πρός τε τούτοις καὶ τοῖς ἄλλοις χειρισμοῖς κριθή-
σονται \καὶ/ ὑπὸ τῶν βασιλικῶν γραμματέων. εἰς χε͂ρα(*) δὲ
οὐθενὶ οὐθὲν δώσουσιν, εἰ δὲ μή, οὐ παραδεχθήσεται
10αὐτοῖς, τοῖς δʼ ἐγλαβοῦσι ἐξακολουθήσει τὰ ὑποκείμενα
πρόστιμα.
——
τῶν δὲ καταβολῶν σύμβολα λαμβανέτωσαν παρὰ τοῦ
τραπεζίτου ὑπογραφὰς ἔχοντα παρὰ τῶν ἐπακολου-
θούντων. ἐὰν δʼ ἄ[λλ]ως οἰκονομῶσιν, ἄκυροι αὐτοῖς ἔσονται
15αἱ δόσεις.
——
τῶν δὲ πρὸς ἀργύ[ρ]ιον ὠνῶν προσδιαγράψουσιν ἀλαγὴν(*)
ὡς τῆς μνᾶς ι (διώβολον) [(ἡμιωβέλιον)] καὶ καταγώγιον (τριώβολον) καὶ <εἰς> τιμὴν
σπυρίδων καὶ τἆλλ[α](*) ἀνηλώματα α (τριώβολον) (ἡμιωβέλιον) ὥστʼ εἶναι ιβ (τριώβολον)
καὶ τῶν πρὸς χαλκὸν ἰσόνομ[ον] ζυτηρᾶς μὲν χωρὶς τῆς
20ὑποκειμένης εἰς τὴν ἐπισκευὴν δραχμῆς α καὶ εἰς τὸ
καταγώγιον ἄλλας β ὥστʼ εἶναι γ,
r,6
τῶν δὲ λοιπῶν ὠνῶν τῶν πρ[ὸς χαλκὸν ἰσόνομον]
χωρὶς τῶν ἀπὸ τοῦ χειρισμοῦ   ̣  ̣  ̣  ̣[- ca.10 -]
καὶ εἰς τιμὴν σπυρίδων καὶ τὰ ταλλ(*) ἀνηλ[ώματα (δραχμ )   ̣].
ἐὰν δέ τινες τῶν τελωνῶν πλείους ὠν[ὰς ἐγλάβωσι]
5καὶ ἔν τισιν μὲν ἐπιγένημα ποιῶσιν, ἔν [τισιν δʼ ἀπολεί-]
πωσιν, ἀντιλογισθήσεται τὰ ἐπιγενήμα[τα ταῖς ἐγδείαις]
χωρὶς τοῦ ἐγκυκλίου. ὅσοι δʼ ἂν μὴ τὰ δίκαια ποιῶ[σι καὶ]
μὴ προσδιεγγυήσωσιν τοῦ ὀφειλήματος, τού[των ἑτέροις]
αἱ ὠναὶ ἐπαναπραθήσονται τοῦ εὑρίσκοντος κ[αὶ τό τε ὀφεί-]
10λημα καὶ τὸ ἀφεύρεμα πραχθήσονται. τοῖς δʼ ἂν [ἐγλαβοῦσι]
τὰς ὠνὰς οὐθεὶς μεθέξει πλὴν τῶν ἐπὶ τῆ[ς πράσεως]
συνκαταγραφησομένων. ἐὰν δὲ παρὰ ταῦτα πο[ιήσωσιν],
ὅ τε μεταδοὺς ἀποτείσει ἐπίτιμον (τάλαντα) κ καὶ ὁ [μετα-]
λαβὼν (τάλαντα) κ. \(hand 2) Θέων/ (hand 1) ἐὰν δέ τινες πρὸς τὰς ἐγλήψεις ὀφε[ίλωσιν],
15ἡ πρᾶξις ἔσται ἐξ ἑνὸς καὶ ἐκ πάντων. ἀτελῆ δʼ [ἔσται, ἃ ἦν]
ἕως τοῦ α (ἔτους). ἐὰν δέ τινε[ς ἀτ]έλειαι διδῶν[τ]αι ὑπὸ [τοῦ βα(σιλέως)]
χωρὶς τῶν ὑπαρχουσῶν, τὸ καθῆκον τέλος παραδε[χθήσεται]
ἐκ τῶν ἀνενηνεγμένων γενημάτων ἕως τοῦ α [(ἔτους)].
ἐὰν δέ τις ἀπὸ τῶν ὑπαρχουσῶν ἀναληφθῇ, πρ[ο]σαχθ[ήσεται]
20τὰ καθήκοντα τέλη τῆι ἐγλήμψει. καὶ ἀν[- ca.10 -]
παραγενομένου ἢ δυνάμεις ἀπ[ο]στείλαντο[ς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
κρίνηται ἐπαναπω[λ]εῖσθαι τὰς ὠνὰς η[- ca.12 -]
r,7
[⁦ -ca.?- ⁩]νεικος
[⁦ -ca.?- ⁩]μενα ἐν αὐτοῖς
[⁦ -ca.?- ⁩]ώσονται
[⁦ -ca.?- ⁩]θ̣ήσονται
5[⁦ -ca.?- ⁩][ ε]ληλυθότος
[⁦ -ca.?- ⁩][ ὑ]πάρχουσαν
[⁦ -ca.?- ⁩] ἐν τοῖς μετα
[⁦ -ca.?- ⁩]ται εἰς τὰ
[⁦ -ca.?- ⁩][ τι]νες μὴ ὀφει-
10[⁦ -ca.?- ⁩][ οἱ τὴν ὠν]ὴν ἐγλαβόντες
[⁦ -ca.?- ⁩]νες ἦσαν
[⁦ -ca.?- ⁩]υ̣μένων
[⁦ -ca.?- ⁩]ν τῆι τούτων
[⁦ -ca.?- ⁩][ ὑπά]ρχουσιν ἐν τοῖς
15[⁦ -ca.?- ⁩]κια κατὰ τοὺς
[⁦ -ca.?- ⁩]
[⁦ -ca.?- ⁩][ τοῖ]ς ἐγλαβοῦσι
[⁦ -ca.?- ⁩] ὑπερ
[⁦ -ca.?- ⁩]  ̣[ ]  ̣
20[⁦ -ca.?- ⁩]  ̣ντα
[⁦ -ca.?- ⁩]τιν
r,8
ἐφʼ ἡμέρας δ[έκα εἰς ὑπ]ε̣[ρβόλιον τ]ῶν τιμήσεων [κατὰ τὸ διά-]
γραμμα ποι[ήσον]ται καθʼ [ἡμέ]ραν τὰς ἐκθέσε[ις πρὸς τοῖς]
τελωνίοις, [ὁμοίως] δὲ καὶ π[ρὸς] τοὺς ἀντιγρ[αφέας   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
οὐκ ἐμφανίζοντες τοῦ ἠ[γορ]ακότος τὸ ὄνομα καὶ διὰ [τῶν]
5τραπεζιτῶν πρὸς τῆι τ[ρα]πέζηι ἐπὶ τὰς διὰ τοῦ δια-
γράμματος δηλουμένας [ἡμ]έρας δέκα καὶ ἀεὶ τῆι δεκά[τηι]
ἡμέραι παραμενοῦσι ἕως τῆς ἐσχάτης ὥρ[α]ς τῆς ἡμέρα[ς]
ἐὰν δʼ ὑπερβόλιον ἐνεστήκη[ι], ἕως τοῦ λυθ[ῆνα]ι. οἱ δὲ τρα[πε-]
ζῖται ἀνοίσουσιν ἐν μὲν ταῖς [κ]αθʼ ἡμέραν ἐφ[η]μερίσιν
10ἐπὶ τῆς διαγραφῆς τοῦ τέλου[ς, ὅτ]ι ἔκκειται εἰς ὑπερβό[λιον],
ἐν δὲ τοῖς μηνιείοις τὸ καθʼ ἓν [τῶν] ἐπὶ τὰς δέκα ἡμέρ[ας]
ἐκκειμένων. ἐὰν δʼ ἐπί τινω[ν μ]ὴ ἐκτεθῆι μηδὲ τ[ῶι]
διοικητῆι καὶ τῶι ἐπιμελη[τῆι] παραχρῆμ[α] ἀνενέ[γ-]
κωσιν, πραχθήσονται ἑκάστου [εὑρέ]ματος τ[ὸ πωλού-]
15μ̣ε̣ν̣ο̣ν̣ τέλος πενταπλοῦ[ν. ἐὰν δʼ] οἱ τελῶ[να]ι καὶ οἱ ἀντι-
[γρα]φεῖς μὴ ποιῶσιν κ[αθὼς] προγέγραπται, καταποσταλή-
[σον]ται πρὸς τὸν διο[ικ]ητ[ὴ]ν μετὰ φυλακῆς καὶ τὰ ἴδια
[αὐ]τῶν ἀνα[λ]ηφθή[σε]ται εἰς τὸ βασιλικόν, οὕτως γὰρ τῶι τε
[βασιλ]εῖ τὸ δέ[ον] ἔσται οἵ τε βουλόμενοι κτήσασθαί τι τῶν καιως
20[- ca.12 -][ ο]ὐ στερηθήσονται τοῦ τοιούτου.
v
(hand 2) ἔχω παραθήκη[ν]
ἔπος δʼ ἐφώνησε τόδε

Apparatus


^ r,1.5. l. διαβαλεῖν
^ r,1.7. l. διορθώματα
^ r,1.11. l. ἐκδείας
^ r,2.11. corr. ex α  ̣[ιαι]
^ r,3.4. l. ἔκληψιν
^ r,3.13. ὐτῶνυτων corr. ex ⟦α⟧υτων
^ r,4.11. l. προεληλυθυιῶν
^ r,5.8. l. χεῖρα
^ r,5.16. l. ἀλ<λ>αγὴν
^ r,5.18. l. τὰ ἄλλ[α]
^ r,6.3. l. ἄλλα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.