Papyri.info

sign in

upz.1.11 = HGV UPZ 1 11 = Trismegistos 3402 = p.paris.38



DDbDP transcription: upz.1.11 [xml]

160 BC Memphis
[Reprinted from: p.paris.38] P.Paris 38

Βασιλεῖ Πτολεμαίῳ καὶ βασιλίσσῃ Κλεοπάτρᾳ τῇ ἀδελφῇ
θεοῖς Φιλομήτορσι χαίρειν
Πτολεμαῖος Γλαυκίου Μακεδὼν τῶν ἐν κατοχῇ ὄντων
ἔτος τοῦτο τρεισκαιδέκατον ἐν τῷ πρὸς Μέμφει
5μεγάλῳ Σαραπιείῳ. ὑπαρχούσης μοι πατρικῆς
οἰκίας π[ερὶ κ]ώμην [Ψῖχ]ιν τοῦ Ἡρακλεοπολίτου
καὶ ταύτης κατεσ[πα]σμένης καὶ τῶν ἀπʼ αὐτῆς φορτίων
διενηνεγμένων ὄντων ἀξίων (ταλάντων) κ ὑπὸ τῶν
γειτνιώντων μοι Ἑσπέρου καὶ Αἴου(*) τοῦ υἱοῦ αὐτοῦ
10καὶ τῶν ἀδελφῶν [αὐτοῦ] Πολέμωνος καὶ Παήσιος
οἱ δηλούμενοι οὐκ ἀρκεσθέντες ἐφʼ οἷς ἦσαν διαπεπρα-
γμένοι ἔτι καὶ τὴν προσοῦσαν αὐλὴν καὶ τὸν τῆς οἰκίας
τόπον ψιλὸν περιοικοδομήσαντες ἐν τῷ Μεσορὴ
μηνὶ τοῦ κ (ἔτους) χρῶνται ὡς ἰδίοις καταφρονοῦντες
15ἐπὶ τῷ μὴ δύνασθαί με ἐξελθόντα ἐκ τοῦ ἱεροῦ
καὶ παραγενόμενον ἐπὶ τοὺς τόπους ποιήσασθαι
πρὸς αὐτοὺς λόγον. διὸ δέομαι ὑμῶν ἀποστεῖλαί μου
τὴν ἔντευξιν ἐπὶ Διο[νύσ]ιον τῶν φίλων καὶ
στρατηγόν, ὅπως γράψῃ Κυδίᾳ τῷ στρατηγῷ
20ἐξαποστεῖλαι ἐπὶ αὑτὸ[ν] τοὺς προγεγραμμένους,
ὅπως ἐπαναγκάσῃ αὐτοὺς τοὺς μὲν τόπους παρα-
δεῖξαι Ἀπολλωνίῳ τῷ νεωτέρῳ μου ἀδελφῷ,
διαστείληται δʼ αὐτοῖς εἰς αὐτοὺς μηκέτι εἰσ-
βιάζεσθαι καὶ τὴν τιμὴν τῶν φορτίων τὰ κ (τάλαντα)
25ἀποδοῦναι τῷ δηλουμένῳ Ἀπολλωνίῳ, ὅπως
ἀνακομισθέντων μοι ἐνταῦθα ὑπʼ αὐτοῦ ἔχω τὰ
δέοντα καὶ μὴ διαλύωμαι τῷ λιμῷ, περὶ δὲ
ἧς πεποίηνται βίας διαλαβειν(*) [μισο]π[ονήρως],
ἵνα ὦ καὐτὸς(*) μετειληφὼς τῆς παρʼ ὑμῶν ε[ἰς] τὸν
30βίον ἀντιλήψεως.
εὐτυχεῖτε.

Apparatus


^ 9. l. Ἀ[τα]ίου
^ 28. l. διαλάβηι
^ 29. l. καὶ αὐτὸς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.