Papyri.info

sign in

upz.1.20 = HGV UPZ 1 20 = Trismegistos 3411



DDbDP transcription: upz.1.20 [xml]

163 BC Memphis
[Reprinted from: .] P.Leid. 1 B; cf. C.Ord.Ptol. 36

1
[βασιλεῖ Πτολεμαίωι κ]αὶ βασιλίσσηι Κλεοπάτραι θεοῖς Φιλομήτορσι χαίρειν
[Θαυῆς καὶ Ταοῦς δ]ίδυμαι αἱ λειτουργοῦσαι ἐν τῶι ἐν Μέμφει μεγάλωι
[Σαραπιείωι. τῶ]ν μεγίστων θεῶν Ἴσιος καὶ Σαράπιος κατὰ τὸ καλῶς
[ἔχον ἐπὶ τὴν νῦν οὖ]σαν εἰρήνην τὰ πράγματα ἀγειοχότων εἰς τὸ τὸν
5[- ca.12 -] τοῖς ἀδικουμένοις μεμερισμένον δύνασθαι τοὺς
[- ca.10 - τυγ]χάνειν τῶν δικαίων, παντάπασιν δὲ καὶ τὰ τοῖς
[- ca.13 -]ε γίνεσθαι ὑπὸ τὴν σὴν εὐγνωμοσύνην, βασιλεῦ
[- ca.11 - ἔτι] μᾶλλον αὐξάνεσθαι ἀκολούθως τῆι τῶν προγόνων
[σου αἱρέσει ὥσ]περ ἐπὶ τῆς καθʼ ἡμᾶς λειτουργίας ἑτέρων ἀρχαίων
10[διδυμῶν   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]το, αἷς εὐτάκτως ἐτίθετο ἡ σύνταξις ὧν χρόνων
[ἐλειτούργουν ἐν] τῶι ἱερῶι, ὧν τὴν ἀπόδειξιν τῆς εἰς αὐτοὺς τιθε-
[μένης συντάξεω]ς ἄρτων πεπτῶν καὶ ἐλαίου σησαμίνου καὶ κίκιος
[- ca.12 - ἔγ]γραπτόν ἐστιν ἐν τοῖς ἀρχα[ί]οις διαλογισμοῖς, ὥστε
[- ca.13 -]  ̣σ̣ειν ἐπὶ τοῖς καθʼ ἡμᾶς τῶν ὁμοίως ἡμῖν λειτουρ-
15[γουσῶν ἡμῖν δʼ εὐτά(?)]κτως οὐκ ἐκτίθεται πάντα. χωρὶς γὰρ τὸν προ-
[- ca.13 -]  ̣ ἔχειν, ἔτι καὶ τὰ καιως πρότερον ἐκτεθέντα, ὧν
[κρατεῖν συμβαίνε]ι Νεφόριν τὴν μητέρα ἡμῶν ἐφθαρμένην καὶ
[Παχράτην τὸν υἱὸ]ν αὐτῆς μὴ μόνον ἀπενηνεγμένους εἰς τὸ ἴδιον
[τὰ δέοντα ἡμῖν (?)  ̣  ̣]ισθαι, ἀλλὰ καὶ ἀφʼ ὧν ἔχομεν οἰκιῶν β ἀναιρου-
20[μένους ἐνοίκιον κ]ατὰ μῆνα χαλκοῦ (δραχμὰς) Ασ χρόνον ἤδη καὶ
[οὐκ ἐθέλοντας ταῦ]τα ἀποδιδόναι. ἐπεὶ οὖν πρὸ τῆς εἰς τὸν προχει-
[ρισμὸν τῶν διδυμῶν](*) χρείας ἔτι νηπίας οὔσας τὸ θεῖον βραβεύσας(*)
[- ca.14 -]ν εἰς σύστασιν Πτολεμαίωι Γλαυκίου Μακεδόνι
2
τινὶ ὄντι ἐν κατοχῆι ἐν τῶι αὐτῶι ἱερῶι ἔτος τοῦτο δέκατον, ὃν ταῖς
25πρὸς ἡμᾶς εὐεργεσίαις εὐδοκιμηκότα διὰ παντὸς προνοεῖσθαι ἡμῶν
εἰς τὸ μηθὲν τῶν ἀναγκαίων ἡμᾶς ὑστερεῖν, οὐ κατὰ προγονικὴν αἵρεσιν
τοῦτο συντηροῦντα, κατὰ πρόσταγμα δὲ τοῦ θεοῦ, ὥστʼ ἂν φανερῶς λέγειν
τοὺς πλείστους τῶν ἀγνοούντων, διʼ ἣν ποεῖται(*) ἡμῶν προστασίαν, πατέρα,
διὸ τὴν μὲν ἐν τῶι ἱερῶι ἡμῶν ἐπιμέλειαν καὶ τὴν τοῦ βίου μέριμναν
30εἰς τὸ μηθὲν ἡμᾶς τῶν δεόντων ἐγλιπεῖν συντετηρημένως πρὸς τὸ
θεῖον ἑκουσίως ποεῖ(*), συνεστακότος δʼ ἡμῖν τινα τῶν ἑαυτοῦ
——
συνηθῶν Δημήτριον Σώσου Κρῆτα πραγματευσόμενον ὑπέρ τε
τῆς προσοφειλομένης ἡμῖν πρὸς τὸ ιη (ἔτος) καὶ τῆς μετὰ ταῦτα ἐκτεθη-
σομένης συντάξεως, καὶ ὑπὲρ ὧν ἂν προσδεώμεθα ἑτέρων, ὄντα
35[ἐκ]τὸς τοῦ ἱεροῦ ἐπιτελέσοντα,
——
ὄντων δὲ τῶν προσοφειλο-
μένων ἡμῖν πρὸς τὴν σύνταξιν, ὑπὲρ ὧν καὶ Σαραπίωνι τῶι ὑ[π]οδιοικητῆι
ἐντυχοῦσαι διʼ ὑπομνήματος συνεταγηι(*) ἀποδοῦναι πρὸς τ[ὸ ι]η (ἔτος)
ἐλαίου σησαμίνου μετρητὴν α καὶ ἄρτων πεπτῶν τῶν πρὸς τὸ αὐτὸ
[ἔ]τος ἀπὸ ζ τοῦ Μεχεὶρ ἕως Μεσορὴ καὶ κῖκι, τὸ μὲν γὰρ τοῦ ιζ (ἔτους) {ἔτους}
40ἐκτεθὲν ἔλαιον ἡ προγεγραμμένη Νεφόρις καὶ ὁ υἱὸς αὐτῆς ἀπενηνεγμένοι
εἰσὶν εἰς τὸ ἴδιον, δεόμεθα οὖν ὑμῶν, τῶν πάντων κοινῶν σωτήρων,
μὴ ὑπεριδεῖν ἡμᾶς παρελκομένας ὑπὸ τῶν πρὸς τα[ῖ]ς πραγματείαις μὴ δυνα-
μένας τὴν καθήκουσαν σύνταξιν εὐμαρῶς κομίσασθαι, χωρὶς μὲν διὰ τὴν
τῆς Νεφόριτος ἀντιπαραγωγὴν, ἄλλως δὲ τῶι μηθένα ἔχειν πλὴν τοῦ
45Πτολεμαίου καὶ τοῦ τούτου συνήθους Δημητρίου, ἐὰν ὑμῖν δοκῆι,
——
3
ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπὶ Διονύσιον τῶν
φίλων καὶ στρατηγόν, ὅπως, ἐπεί ἐστιν τὰ ἀξιούμενα
πρότερον μὲν ὑπὲρ τοῦ τὸν Δημήτριον προσδέξασθαι
ἐπιτελοῦντα τούς τε ὑπὲρ τῆς συντάξεως χρημα-
50τισμοὺς καὶ ὃ ἂν ἄλλο συντάσσωμεν, ἕως ἐσμὲν ἐν τῶι
ἱερῶι, τοῦτο ἡμῖν ἀπὸ τῆς ἐντεύξεως ἐπιχωρηθῆι,
ὅπως μηθενὶ ἐξῆι κατὰ τοῦτο ἡμῖν ἐνποδίζειν,
προνοηθῆι δʼ ἵνα καὶ τῶν πρὸς ταῖς πραγματείαις
προσκληθέντων τῶν προσοφειλόντων τὸ ἔλαιον
55καὶ τὸ κῖκι, ὁμοίως δὲ καὶ Ψινταέους τοῦ ἐπιστάτου
καὶ Ἀμώσιος τοῦ παρʼ αὐτοῦ τῶν ὁμοίως τὴν ὄλυραν
παρειλκυκότων οἷς συνετάγη ἀποδοῦναι, καὶ οὗτοι
ἐπ[α]ναγκασθῶσιν ἀποδοῦναι, καὶ τῆς Νεφόριτος καὶ
τοῦ υἱοῦ αὐτῆς κατασταθέντων ὑπὲρ ὧν ἐγκαλοῦμεν
60αὐτοῖς καὶ τούτων τὴν(*) ἀποκατάστασιν(*) ἡμῖν γενηθῆναι(*)
τούτου δὲ γενομένου δυνησόμεθα τὴν καθʼ ἡμᾶς
λειτουργίαν ἀμέμπτως τῶι μεγίστωι θεῶι Σαράπει
ἐπιτελεῖν, ὃς διδοίη σοι μετὰ τῆς Ἴσιος νίκην κράτος τῆς
οἰκουμένης ἁπάσης.
——
65εὐτυχεῖτε.
(hand 2) ⟦[Σ]α[ρα]πίωνι τῶ[ν διαδό]χ[ων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμ]αίου Γλαυκίου Μακεδὼν(*)
(hand 3) ⟦- ca.31 - γενέσια Φ  ̣ κ̣δ, Ἱππάλωι γενέσια
Παῦνι κ
- ca.31 - Ἀπολλωνίωι γενέσια Ἁθὺρ ι α̣  ̣  ̣  ̣  ̣  ̣
70- ca.41 -ωι γενέσια - ca.11 -
  ̣  ̣  ̣  ̣δ  ̣  ̣ Πτολεμαίο̣υ̣ Γλαυ̣κ̣ίο[υ Μα]κεδόνος ε  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣φ  ̣  ̣  ̣  ̣  ̣ ε̣ὐθ̣ὺ ἀ̣καθ̣αρσία⟧
- ca.10 - μεγ̣ί̣σ̣τας δ[  ̣  ̣  ̣  ̣]νας⟧
(hand 4) ⟦ἐπὶ τῆς ἐντεύξεως ὑπογραφήι⟧
⟦α  ̣  ̣  ̣  ̣ (ἔτους(?))⟧
75(hand 5) Ἀσκληπιάδει. ἐπισκέψασθαι. εἰ καὶ πρότερον εἴ[λ]ηφαν,
καὶ νῦν δοῦναι. (ἔτους) κ(*) Θῶυθ ϛ.
Σαραπίωνι. ἐπισκέψασθαι. (ἔτους) κ(*) Φαῶφι κ.
2,minf
αἰτεῖν ἤδη τὸν ἀντιγρα(φέα), τίνʼ αὐταῖς καθήκει
καὶ τίνα εἰς ταῦτα ἔχουσιν καὶ ὧ̣ν. (ἔτους) ιθ Μεσορὴ κ[β].

Apparatus


^ 1.21-22. BL 5.149 : προχει|[- ca.14 -] prev. ed.
^ 1.22. l. βραβεῦσαν
^ 2.28. l. ποιεῖται
^ 2.31. l. ποιεῖ
^ 2.37. l. συνετάγηι
^ 3.60. l. ἡ
^ 3.60. l. ἀποκατάστασις
^ 3.60. l. γενηθῇ
^ 3.66. l. Μακεδόνος
^ 3.76. l. ιθ
^ 3.77. l. ιθ (corr)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.