Papyri.info

sign in

upz.1.2 = HGV UPZ 1 2 = Trismegistos 3393 = p.lond.1.24,r,p32



DDbDP transcription: upz.1.2 [xml]

163BC Memphis
[Reprinted from: p.lond.1.24,r,p32] PLond1,24p31;PForshall15

Διονυσίωι τῶν φίλων καὶ στρατηγῶι
παρὰ Ἁρμάιος τῶν ἐν τῶι μεγάλωι Σαραπιείωι
ὄντων ἐν κατοχῆι ἔτος πέμπτον, διαζῶντα(*)
δὲ καὶ ἀφʼ ὧν ἐπαιτῶ ἐν τῶι ἱερῶι. ἀδικοῦμαι ὑπὸ
5Νεφόριτος τῶν ἀπὸ Μέμφεως. τοῦ γὰρ ταύτης
θυγατρίου Ταθήμιος συνδιατρίλ̣βοντος(*) ἐν τῶι
ἱερ̣ῶι, διαιτώμενον(*) δὲ καὶ ἐξ ὧν ἐλόγευεν
διαδομάτων(*), συναγαγούσης δὲ αὐτῆς χα(λκοῦ) Ατ
καὶ δούσης μοι αὐτὰς παραθήκην, μετὰ δέ τινα
10χρόνον τῆς Νεφόρ[ι]τος παραλογισαμένης με
καὶ προενεγκαμέ[ν]ης τὴν Ταθῆμιν ὥραν
ἔχειν ὡς ἔθος ἐστὶ[ν] τοῖς Αἰγυπτίοις περι-
τέμνεσθαι(*), ἀξιωσά[σ]ης τʼ ἐμὲ δοῦναι αὐτῆι
τὰς Ατ, ἐφʼ ὧι τοῦτ[ο] ἐπιτελέσασα ἱματιεῖ αὐτὴν
15καὶ ἐὰν ἐγ[δ]ῶται αὐτὴν ἀνδρὶ φερ[ν]ιεῖν(*), ἐὰν δὲ
μὴ ποιῆι ἕκ[α]στον τ[ού]των ἢ καὶ μὴ περιτέμηι
τὴν Ταθῆμ[ι]ν ἐν τῶ[ι] Μεχεὶρ μηνὶ τοῦ ιη (ἔτους),
ἀποτείσει [μο]ι παραχρῆμα χα(λκοῦ) Βυ, ἐφʼ οἷς συγχωρή-
σαντός μου καὶ δόντο[ς] αὐτῆι ἐν τῶι Θῶυθ μηνὶ
20τὰς Ατ (δραχμὰς), οὐδὲν τῶν διωμολογημένων πεπόηκεν(*),
διʼ ἣν αἰτίαν περισπώμενος ὑπὸ τῆς Ταθήμιος
καὶ ἀπαιτούμενος τὰς Ατ συμβαίνει μὴ δύνασθαι
καταβῆναι εἰς Μέμφιν πρὸς ἀναγκαίας χρείας.
ἀξιῶ οὖν σε μὴ \ὑ/περιδεῖν(*) με περισπώμενον
25μισοπονηρῆσαί τε καὶ ἐφʼ οἷς διαπέπρακται
ἐπὶ παραλογισμῶι, ἐάν σοι φαίνηται, συντάξαι
ἀνακαλέσασθαι αὐτὴν ἐπὶ σὲ κἂν(*) ἦι οἷα γράφω,
ἐπαναγκάσαι παραχρῆμα τὰ δίκαιά μοι ποῆσαι(*),
ὅπως καὶ αὐτὸς τῆι Ταθήμει ἀποδοὺς μὴ περισπῶμαι.
30τούτου δὲ γενομένου τεύξομαι βοηθείας.
εὐτύχει.

Apparatus


^ 3. l. διαζῶντος
^ 6. l. συνδιατρίβοντος
^ 7. l. διαιτωμένου
^ 8. BL 8.499 : διὰ δομάτων prev. ed.
^ 12-13. corr. ex περι⟦τε⟧τέμνεσθαι
^ 15. l. φερ[ν]ιεῖ
^ 20. l. πεποίηκεν
^ 24. corr. ex περισπ
^ 27. l. καὶ ἂν
^ 28. l. ποιῆσαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.