DDbDP transcription: upz.1.40 [xml]
161 BC Memphis
[Reprinted from: p.paris.33] PParis33
1
Σ[αραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι]
π[αρὰ Θαῦτος καὶ Θαυῆτος διδυμῶν τῶν λει(?)]τουρ[γουσ]ῶν
ἐ[ν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι.] κατὰ πο[λλο]ὺς
τρόπους ἀντε[ιλημμένου σου <ἡμῶν> διʼ ἣν ἔχεις εἰ]ς τὸ θεῖον ε[ὐσέ]βειαν
5καὶ τὰ μὲν ἡμῶν [εἰληφυιῶν εἰς τὴν γινομέ]νην ἡμ[ῖν]
σύνταξιν, τὰ δʼ [ἔ]τ[ι] δι[ὰ τὴν τῶν ὑποτεταγμ]ένων < >
παρελκομέν[ων, ἀνενηνεγμένης δέ σοι καὶ] ἀναφορ[ᾶς]
ὑπὸ Μεννίδ[ου τοῦ ἐ]π[ιμελητοῦ ὑπὲρ τοῦ καθήκ]ον[τος]
ἡμῖν ἐλαίου [σησαμίνου εἰς κ (ἔτος), πρὸς τ]ὴν παρε-
10πιγεγραφ[ό]τ[ος σου ο]ὕτως· [ὥστε τοὺς παρʼ ἡμῶν <γραμματεῖς> μὴ γ]ινώσκειν
[τὰ ἐν τοῖς λόγοις ἀναφερόμενα, εἰ μὴ Μεννίδης διασαφήσαι,]
[προσαγαγεῖν οὖν τοὺς γράψαντας τὴν ἀνα]φορ[ὰν γραμματεῖς],
τοιαύτης οὔση[ς καὶ τοῦ παρʼ ἡμῶν διαποστελλομ]ένου
[παιδ]αρίου [Ἀπολλωνίου τοῦ καὶ συνεσταμένου σο]ι
15ὑφʼ ἡμῶν ἐν τ[ῶ]ι ἱερῶι ὄντο[ς ἀ]πραγματεύτου κ[α]ὶ [τὴ]ν
περὶ τούτων οἰ[κο]νομίαν [οὐ δυν]αμέν[ο]υ εἰς [ -ca.?- (?)]ν< > ἀγαγ[ε]ῖν
ὑπ[ομνήσαντα(?) σε εὐκαίρως ?, ο]ὐθὲν δʼ ἕτερον περιγιν[ομ]ενου(*)
ἡμ[ῖν] διὰ τῆς(*) τῶν γρα[μμα]τέων στρ[αγ]ιας(*) πλὴν τοῦ
παρακαταφθε[ίρε]σ[θ]αι(*), [ὃ δὴ] μὴ μέτριον εἶναι λειτουργίαν 2
20τοιαύτην παρακατεχομένας(*)
χρονοτριβεῖσθαι, ἀξιοῦμέν σε
ἔτι καὶ νῦν κεφάλαιον ἐπιθεῖναι
τοῖς καθʼ ἡμᾶς, καθʼ ὃν τρόπον σοι
ὑποπίπτει, ἵνα μὴ περὶ τῶν
25αὐτῶ[ν σ]ε παρενοχλῶμεν.
εὐτύχει.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.