Papyri.info

sign in

upz.1.41 = HGV UPZ 1 41 = Trismegistos 3432 = p.paris.29



DDbDP transcription: upz.1.41 [xml]

161/160 BC Memphis
[Reprinted from: p.paris.29] P.Paris 29

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι
θεοῖς φιλομήτορσι χαίρειν Θαυῆς καὶ Ταοῦς δίδυμαι
αἱ λειτουργοῦσαι ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι.
καὶ καθʼ ὃν μὲν καιρόν, μέγιστε βασιλεῦ, διασωθεὶς κατὰ τὸ δίκαιον
5ἐκ τῶν ἔξωθεν τόπων ἀνέβης εἰς τὸ ἱερὸν θυσιάσαι,
ἐνετύχομέν σοι προφερόμεναι μὴ κομίζεσθαι τὸν καθήκοντα
ἡμῖν δίδοσθαι ἐλαίου σησαμίνου μετρητὴν ἕνα κίκιος
μετρητὴν ἕνα καὶ ἠξιοῦμεν προστάξαι Σαραπίωνι
τῶι ὑποδιοικητῆι ἀποδοῦναι ἡμῖν. ὑμεῖς δὲ διʼ ἣν ἔχετε
10πρὸς τὸ θεῖον εὐσέβειαν καὶ πρὸς πάντας ἀνθρώπους
εὐγνωμοσύνην προσετάξατε διʼ ἧς ἐποιήσασθε
πρὸς τὴν ἔντευξιν ὑπογραφῆς ἀποδοῦναι ἡμῖν.
τότε μὲν οὖν διʼ ὑμᾶς τοὺς εὐχαρίστους θεοὺς
τοὺς προσοφειλομένους δύο μετρητὰς ἐκομισάμεθα,
15οἳ ἦσαν τοῦ ιθ (ἔτους). τὸ δὲ καθῆκον ἡμῖν δίδοσθαι εἰς τὸ κ ⟦(ἔτος)⟧
15a\(hand 2) καὶ ἑνκαιεικοστὸν (ἔτος)/
(hand 1) ἔλαιον καὶ κῖκι οἱ πρὸς τούτοις ὄντες οὐκ ἐκτέθεικαν
καὶ ταῦθʼ ὑμῶν τὴν πλείστην πρόνοιαν ὑπὲρ ἡμῶν
πεποημένων(*). δεόμεθα ὑμῶν, τῶν μεγίστων θεῶν,
ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπὶ Διονύσιον τῶν
20φίλων καὶ στρατηγόν, ὅπως γράψηι Ἀπολλωνίωι τῶι
ἐπιμελητῆι νῦν τε ἀποδοῦναι ἡμῖν καὶ εἰς τὸ λοιπὸν
εὐτακτεῖν, ἵνα πᾶν τὸ ἑξῆς ἔχουσαι ἐπιτελῶμεν
τὰς χοὰς τῶι μεγίστωι θεῶι Σαράπει καὶ τἆλλα(*) τὰ
νομιζόμενα συντελῶμεν ὑπέρ τε ὑμῶν καὶ τῶν
25ὑμετέρων τέκνων. ὑμῖν δὲ γίνοιτο πᾶν ὃ ἂν
ἐπιβάλλησθʼ ἐπιτυγχάνειν.
——
εὐτυχεῖτε.

Apparatus


^ 18. l. πεποιημένων
^ 23. l. τὰ ἄλλα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.