Papyri.info

sign in

upz.1.42 = HGV UPZ 1 42 = Trismegistos 3433 = p.paris.26



DDbDP transcription: upz.1.42 [xml]

162 BC Memphis
[Reprinted from: p.paris.26] PParis26

1
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι
θεοῖς Φιλομήτορσι χαίρειν Θαυῆς καὶ Ταοῦς δίδυμαι αἱ λειτουργοῦσαι
ἐν τῶι πρὸ\ς/ Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν ὑμῖν
ἐπιδημήσα[σι]ν ἐν Μέμφει καὶ ἀναβᾶσιν εἰς τὸ ἱερὸν θυσιάσαι
5ἐνετύχομ[ε]ν καὶ ἐπεδώκαμεν ἔντευξιν προφερόμεναι μὴ κομίζεσθαι
τὴν καθήκουσαν ἡμῖν δίδοσθαι σύνταξιν τῶν δεόντων ἔκ τε τοῦ
Σαραπιείου καὶ Ἀσκληπιείου. μέχρι δὲ τοῦ νῦν οὐ κεκομισμέναι
ἐκκ(*) πλήρους ἠναγκάσμεθʼ ὑπὸ τῆς ἀνάγκης ἐπειγόμεναι ὡς ἂν
ὑπὸ τῆς λιμοῦ διαλυόμεναι πάλιν ἐντυχεῖν ὑμῖν καὶ διʼ ὀλίων(*)
10τὴν τῶν ἀδικούντων ἡμᾶς φιλαυτίαν ἐχθεῖναι(*). ὑμῶν γὰρ ἐκτιθέντων
ἔτι ἀπὸ τῶν ἔνπροσθεν χρόνων σύνταξιν τῶι τε Σαραπιείωι
καὶ τῶι Ἀσκληπιείωι καὶ ἐκ τούτων καὶ τῶν προ τοῦ γενηθεισῶν
δ[ι]δυμῶν κομισαμένων τὰ ἑαυτῶν καθʼ ἡμέραν δέοντα καὶ ἡμῖν
ὅτʼ ἀνέβημεν κατʼ ἀρχὰς εἰς τὸ ἱερὸν παραχρῆμα μὲν ὀλίας(*) ἡμέρας
15ὑπέδειξαν ὡς ἀπευτακτηθησομένων ἡμῖν τῶν καθηκόντων,
τὸν δὲ λοιπὸν χρόνον οὐκ ἐξετίθεσαν. διὸ καὶ πρὸς τοὺς
ἐπιμελητὰς ἐπέμπομεν τοὺς ἐντευξομένους
καὶ ὑμῖν, καθʼ ἃς ἐποεῖσθʼ(*) ἐν Μέμφει παρουσίας ἐνεφανίζομεν
ὑπὲρ τούτων. τῶν δὲ πρὸς τοῖς χειρισμοῖς ἐν τῶι Σαραπιείωι
20καὶ Ἀσκληπιείωι τεταγμένων κατατετολμηκότων καὶ τὰ
ὑφʼ ὑμῶν ἡμῖν χρηματιζόμενα ἐκφερομένων καὶ οὐδεμίαν
εὐλάβειαν προορωμένων, ἡμῶν δὲ τοῖς δέουσι θλιβομένων
καὶ Ἀχομαρρῆι μὲν τῶι ἐπιστάτηι τοῦ ἱεροῦ πλεονάκι διεστάλμεθα
ἀποδιδόναι ἡμῖν καὶ τῶι υἱῶι δὲ Ψινταέους τοῦ ἐπιστάτου τῶν
25ἱερῶν ἀναβάντι πρώην εἰς τὸ ἱερὸν προσήλθομεν καὶ περὶ ἑκάστων
μετεδώκαμεν. καὶ προσκαλεσάμενος τὸν Ἀχομαρρῆν
συνέταξεν ἀποδοῦναι ἡμῖν τὰ ὀφειλόμενα. ὁ δὲ πάντων
ἀνθρώπων ἀγνωμονέστατος ὑπάρχων ἡμῖν μὲν ὑπέσχετο
τὸ προκείμενον ἐπιτελέσειν, τοῦ δὲ τοῦ Ψινταέους υἱοῦ ἐκ τῆς
2
30Μέμφεως χωρισθέντος οὐκέτι
οὐδένα λόγον ἐποήσατο(*). οὐ μόνον δʼ οὗτος,
ἀλλὰ καὶ ἄλλοι τῶν ἐκ τοῦ Σαραπιείου
καὶ ἕτεροι τῶν ἐκ τοῦ Ἀσκληπιείου
ὄντες πρὸς <τοῖς> χειρισμοῖς, παρʼ ὧν ἔθος ἐστὶν
35ἡμᾶς τὰ δέοντα κομίζεσθαι, ἀποστε-
ροῦσιν, ὧν τά τε ὀνόματα καὶ τὰ ὀφειλόμενα
διὰ τὸ εἶναι πλείονα οὐκ ἐκρίναμεν κατα-
χωρίσαι. δεόμεθα οὖν ὑμῶν μίαν
ἔχουσαι ἐλπίδα τὴν ὑφʼ ὑμῶν ἐσομέ-
40νην ἀντίληψιν ἀποστεῖλαι ἡμῶν
τὴν ἔντευξιν ἐπὶ Διονύσιον τῶν φίλων
καὶ στρατηγόν, ὅπως γράψηι Ἀπολλωνίωι
τῶι ἐπιμελητῆι ἐπιλαβόντα παρʼ ἡμῶν
τὴν γραφὴν τῶν ὀφειλομένων ἡμῖν
45δέοντων καὶ τίνα πρὸς τίνας χρόνους
προσωφείληται καὶ ὑπὸ τίνων < >
ἐπαναγκασηι(*) αὐτοὺς ἀποδοῦναι ἡμῖν,
ἵνα πᾶν τὸ ἑξῆς ἔχουσαι πολλῶι μᾶλλον
τὰ νομιζόμενα τῶι Σαράπει καὶ τῆι Ἴσει
50ἐπιτελῶμεν ὑπέρ τε ὑμῶν καὶ τῶν
ὑμετέρων τέκνων. ὑμῖν δὲ γίνοιτο
κρατεῖν πάσης ἧς ἂν αἱρῆσθε χώρας.
——
εὐτυχεῖτε.

Apparatus


^ 1.8. l. ἐκ
^ 1.9. l. ὀλίγων
^ 1.10. l. ἐκθεῖναι
^ 1.14. l. ὀλίγας
^ 1.18. l. ἐποιεῖσθʼ
^ 2.31. l. ἐποιήσατο
^ 2.47. l. ἐπαναγκάσαι

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.