DDbDP transcription: upz.1.46 [xml]
162/161 BC Memphis
r
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοκητῆι παρὰ
Θαυῆτος καὶ Θαοῦτος διδυμῶν τῶν λειτουργουσῶν
ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν
ἐπεδώκαμέν σοι ὑπόμνημα ὑπὲρ τοῦ μὴ εἰληφέναι
5παρὰ τῶν ἱερέων τὴν καθήκουσαν ἡμῖν δίδοσθαι
κατʼ ἐνιαυτὸν εἰς τὰ δέοντα ὄλυραν, ἀφʼ οὗ καὶ ἔγραψας
Μεννίδει τῶι ἐπιμελητῆι ἀποδοῦναι ἡμῖν. τούτου δὲ
ἐπιστείλαντος Ψινταῆι τῶι ἐπιστάτηι τῶν ἱερῶν(*)
οὐδένα λόγον ποιεῖται, ἡμεῖς δὲ ἐν τῶι μεταξὺ
10διαλυόμεναι τῶι λιμῶι κινδυ\(hand 2) νεύ/(hand 1) ομεν τὸ ἱερὸν ἐγλιπεῖν.
ἐπεὶ οὖν ἐγ(*) μὲν τοῦ βασιλικοῦ κεχρημάτισται τοῖς
προεστηκόσι τῶν ἱερῶν καὶ εἰς ἡμᾶς ἡ ὄλυρα
ἀπὸ τοῦ ιη ⟦(ἔτους)⟧ ἕως τοῦ ιθ (ἔτους), ἡμεῖς δὲ οὔτε τὴν
ὄλυραν οὔτε τὴν καθήκουσαν ἀντʼ αὐτῆς δίδοσθαι
15ἡμῖν ἐκ τοῦ ἱεροῦ σύνταξιν τῶν κυλληστίων
κεκομ[ίσ]μεθα, \(hand 2) οὐτε τὴν ἐκ τοῦ Ἀσκληπίου τῶν κυλληστίων ἀπὸ τοῦ ϛ(*) (ἔτους)/
(hand 1) δεόμεθά σου μετʼ εἱκετείας(*),
καθότι [οὐ] διαλείπεις [ἡ]μῶν ἀντιλαμβανόμενος,
καὶ ἐν [τού]τοις βοιη[θ]ὸν(*) γενόμενον ἀνακαλεσά-
20μενον [Ψι]νταῆν τὸν ἐπιστάτην τῶν ἱερῶν
ἐπανα[γκ]άσαι ἀποδοῦναι ἡμῖν παραχρῆμα τὰς
ὀφειλομ[έν]ας ἡμῖν τοῦ ιη(*) καὶ ιθ (ἔτους) ὀλύρης
ἀρτάβας ρξ \(hand 2) καὶ τὴν ἐκ τοῦ Ἀσκληπίου σύνταξιν διαλογισαμένους./ (hand 1) κομισάμεναι γὰρ ταύτας λειτουργήσομεν
διὰ σὲ πρ[ο]θύμως ἐν τῶι ἱερῶι.
25εὐτύχει. v
Μεννίδει τῶι ἐπιμελητῆι χρηματίσαι αὐταῖς
ὄντα ἐν τῶι πρὸς Μέμφει μεγά(λωι) Σαρ(απιείωι).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.