Papyri.info

sign in

p.tor.choach.11bis = HGV P.Tor. Choach. 11 bis = Trismegistos 3562



DDbDP transcription: p.tor.choach.11bis [xml]

119BC Thebes
[Reprinted from: upz.2.161] UPZ2,161

1
ἔτους να Παῦνι η ἐν Διὸς πόλει τῆι Μεγάληι τῆς Θηβαίδος ἐπὶ Πτολεμαίου τῶν φίλων καὶ
[ἱ]ππ̣άρχου ἐπʼ ἀνδρῶν καὶ ἐπιστάτου τοῦ Περὶ Θ̣ή̣βας, συνπαρόντων Πτολεμαίου τοῦ Ἀγαθάρχου
τῶν φίλων καὶ ἱππάρχου ἐπʼ ἀνδρῶν, Εἰρηναίου τοῦ Εἰρηναίου τῶν αὐτῶν, Πολυπέρχοντος
τ̣[οῦ Ἀ]μ̣μωνίου τῶν κατοίκων ἱππέων, Σεσοώσιος (ἑκατοντάρχου) φιλοβασιλιστῶν προθύμ̣ων καὶ ἄλλων.
——
5κ̣αταστάντος Ἑρμίου τοῦ Πτολεμαίου τῶν ἐκ τοῦ Ὀμβίτου πρὸς Ὧρον κα[ὶ τ]οὺς μετʼ αὐτοῦ
χοαχύτας τῶν ἀπὸ τῆς Διὸς πόλεως ἀνεγνώσθη τὸ ἐπιδοθὲν παρὰ τοῦ Ἑρμίου
ὑ̣π̣ό̣μνημα, οὗ ἐστιν ἀντίγραφον·
Π̣τολεμαίωι τῶν φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ ἐπστατει(*) τοῦ Περὶ Θήβας
π̣α̣ρ̣ʼ Ἑρμίου τοῦ Πτολεμαίου Πέρσου τῶν περὶ αὐλὴν διαδόχων καὶ ἡγεμόνος ἐπʼ ἀνδρῶν.
10ἠ̣δ̣ικημένος οὐ μετρίως καὶ κινδυνεύων τῶν ἰδίων στερηθῆναι ὑπὸ Ὥρου τοῦ <Ὥρου καὶ Χοννονπρέους τοῦ>
[Ἁ]ρσιήσιος, Ψενχώνσιος τοῦ Τεεφίβιος, Πανᾶτος τοῦ Πεχύτιος, χοαχυτῶν(*) καὶ τῶν ἄλλων,
[ὑ]παρχόντων γάρ μοι ἐν Διὸς πόλει προγονικῶν οἰκιῶν, ὧν καὶ τῶν προγόνων μου
κ̣εκυριευκότων, ἐφʼ ὅσον περιῆσαν χρόνον, οἱ ἐγκαλούμενοι τὴν κατοι[κία]ν ἔχοντες
[ἐ]ν τοῖς Μεμνονείοις, ἐν δὲ τῆι τῶν καιρῶν περιστάσει καταγνόντες ἐ̣[π]ὶ τῶι ἄλλου
15τ̣ὴν κατοικίαν ἔχειν <με>, ἐπελθόντες ἐπὶ τι(*) μίαν τῶν προγεγραμμέ̣νω[ν] οἰκιῶν, ἥ ἐ̣σ̣τ̣ι̣ν̣
ἐκ τοῦ ἀπὸ νότου καὶ λιβὸς τῆς Διὸς πόλεως ἀπὸ βορρᾶ τοῦ δρόμου τοῦ [φέ]ροντος ἐ̣π̣ὶ
ποταμὸν τῆς μεγίστης θεᾶς Ἥρας, ἧς τοῖχοι ἦσαν ὀικοδομημέν[οι](*), καὶ τῆ[ι] περὶ
ἑαυτοὺς βίαι χρώμενοι ἐπισκευάσαντες τὰ καθειρημένα(*) μέρη [ἐ]ν̣οικο[ῦ]σι
ἀντιποιούμενοι ἀδίκως. ὑπὲρ ὧν μεταλαβὼν ἐν τῶι μϛ (ἔτει) παραγε̣[ν]όμενος
20εἰς τὴν(*) Διὸς πόλιν ἐπέδωκα κατʼ αὐτῶν ὑπόμνημα Ἑρμίαι τῶν ὁμ[οτί]μων τοῖς
[σ]υγγε̣νέσι καὶ στρατηγῶι καὶ νομάρχηι καὶ παραγγελέντος αὐτοῖς [ἔ]ρ̣χεσθαι εἰς τὸ
[σ]υνέδρ̣ι̣ο̣ν συνιστοροῦντες ἑαυτοῖς οὐδὲν βέβαιον ἔχουσι ἐξέκλιν[ο]ν. ὁμοίως δὲ καὶ
ἐ̣ν̣ τῶι μθ (ἔτει) Μεσορὴ τοῦ Ἑρμί̣ου ἐπ̣ιβαλόντος εἰς τὴν Διὸς πόλιν̣ καὶ περὶ τῶν αὐτῶν
ἐντυχ̣[ό]ντος μου <καὶ> ἐκτοπισάντων αὐτῶν, συνέταξεν Ἑρμογένει [τ]ῶ̣ι τότε̣
25[ἀ]ρχιφυ[λα]κίτηι παραδοῦναί μοι τὴν οἰκίαν. χωρισθέντος δέ μο[υ] εἰς τὸ[ν] Ὀμβίτην
2
πάλιν ἐπελθόντες ἐπὶ τὴν αὐτὴν οἰκίαν ἐνοικοῦσι. ἐπεὶ οὖν καὶ ἐν τῶι Μεχεὶρ τοῦ ἐνεστῶτ̣ος (ἔτους)
παραγενομένου μου εἰς Διὸς πόλιν καὶ περὶ τῶν αὐτῶν ἐντυχόντος Ἡρακλείδει(*) τῶι τότ̣ε̣
ἐπιστατήσαντι κα̣ὶ παραγγελέντος αὐτοῖς διʼ Ἀρτεμιδώρου ὑπηρέτου καὶ λαβόντων ἀντίγραφον
τοῦ ὑπομνήματος οὐκ ἀπήντησαν φυγοδικοῦντες, οἰομένων ἐφʼ ἱκανὸν χρόνον κατα-
30φθαρέντα με ἐντεῦθεν ἀναλύσειν καθότι καὶ πρότερον, ἀξιῶ συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ
καὶ, ἐὰν παραδεικνύω ταῦθʼ οὕτως ἔχοντα, συναναγκάσαι ἐκ τῆς οἰκίας ἐκχωρεῖν, περὶ δὲ αὐτῶν
εἰσβεβιασμένων καὶ νεκροὺς ἀπηρεισμένων ἐν τῆι ἐμῆι οἰκίαι διαλαβεῖν· τούτου δὲ γενο-
μένου ἔσομαι τετευχὼς τοῦ δικαίου. vac. ? εὐτύχει.
——
μεταλαβὼν τὸν λόγον ὁ συνκαταστὰς τοῖς περὶ τὸν Ὧρον Δείνων ἠρώτησεν τὸν Ἑρμίαν,
35εἴ τινα ἀπόδειξιν παράκειται ὥς ἐστιν αὑτοῦ προγονική. ἀποκ[ριθ]έντος δʼ αὐτοῦ μηδεμίαν
ἔχειν ὑπεδείκνυεν τὸν Ἑρμίαν κατὰ κενὸν περιεσπακέναι το[ὺς π]ερὶ τὸν Ὧρον χάριν τοῦ
διασεῖσαι αὐτοὺς καὶ εἰς βλαβὰς περιστῆσαι, τὴν γὰρ οἰκίαν πρότ[ερον] μὲν ἐωνῆσθαι τοὺς
γονεῖς τ̣ῶν συνε̣γκαλουμένων τῶι Ὥρωι παρὰ τῶν κατʼ ἀλή[θεια]ν κυρίων κατʼ Αἰγυπτίας
συγγραφ̣ά̣ς̣, ὧ̣ν κ̣αὶ ἐπενεχθεισῶν μιᾶς μὲν γεγονυίας τοῦ κ̣[η (ἔτους) Παχ]ὼν ἐπὶ τοῦ Φι̣λομήτορος,
40καθʼ ἣν ἐτύγχαν̣εν ὁ τοῦ ἑνὸς τῶν ἐγκαλουμένων Ψενχών[σιος καὶ Χ]ο̣νοφρέους πατὴρ
Τεεφίβιος(*) ἐω[νημ]έ̣νος παρὰ Ἑλήκιος καὶ Λοβάιτος καὶ Τβα̣ι̣αιος̣(*) [καὶ Σενερ]ιεῦτος καὶ Ἑριέως <καὶ Σενοσορφίβιος καὶ Σισόιτος τοῦ καὶ Ἑριέως>,
ὄντων ἑπτὰ , [πή]χεις οἰκοπεδικοὺς ζ 𐅵 ἐκ τοῦ ἀπὸ νότου [μέρους τ]ῶν ὑπαρχόντων
αὐτοῖς ψ̣ιλῶν̣ [τό]π̣ων πηχῶν δέκα , ἑτέρας δέ, καθʼ ἣν ὁ τῶ̣[ν συνε]γκαλουμένων
Νεχούθου καὶ Ἁ[σῶτος] καὶ ἄλλου Νεχούθου καὶ τῆς τούτων ἀδ[ελφῆς] Ν̣ε̣χούθιος πατὴρ
45Ἁσῶς ὁμοίως ἐ̣[ώνη]το παρὰ τῶν αὐτῶν ἄλλους πήχεις β 𐅵 [ἐν τ]ῶι αὐτῶι ἔτει καὶ μηνί,
ἑ̣τ̣έρας δὲ γεγον[υίας] τοῦ λε (ἔτους) Μεσορὴ ἐπ̣ὶ τοῦ αὐτοῦ βασιλέως, κα[θʼ ἣν ὡ]σαύτως ἐώνητο
ὁ τῶν ἄλλων Πα[ν]ᾶτος καὶ Πατοῦτος καὶ Παθήμιος καὶ Ἁρπχή̣[μιος] καὶ Σεναμούνιος
π[α]τὴρ Πεχύτης παρʼ Ἀμμωνίου καὶ Ζβενδήτιος τὸ ἐπιβάλλον̣ [αὐτοῖ]ς τῆς αὐτῆς οἰκίας
μέρος δ´, πήχεις̣ γ γ´, ὧν καὶ τὰ τέλη τεταγμένοι ἦσαν εἰς [τὴν τ]οῦ ἐγκυκλίου ὠνήν.
3
50προσεξετίθετο τὸν ἕνα αὐτῶν Ὧρον ἐωνῆσθαι παρά̣ τε τοῦ Τεεφίβιος καὶ Σαῶτος καὶ
Πεχύτου παρʼ ἑκάστου αὐτῶν μέρος ἕβδομον τῆς οἰκίας καὶ ἀπὸ τῶν τῆς διαγραφῆς
χρόνων κεκυριευκέναι τοὺς γονεῖς τῶν ἐγκαλουμένων σὺν τῶι Ὥρωι τῆς οἰκίας
ἐφʼ ὅσον περιῆσαν χρόνον, μετὰ δὲ τὴν ἐκε̣ίνων τελε̣υτὴν τὸν Ὧρον προσεωνῆσθαι
καὶ παρὰ τοῦ ἑνὸς τῶν ἐγκαλουμένων Νεχούθου νεωτέρου ἄλλο μέρος τῆς οἰκίας, ὁμοίως
55δὲ καὶ Θαμοῦνιν καὶ Μεντεμῆν καὶ Χονοφρῆν παρὰ τῶν ἄλλων ἐωνῆσθαί τινα μέρη
καὶ κεκυριευκέναι αὐτόν τε καὶ τοὺς συνεγκαλουμένους μέχρι τοῦ νῦν ἀναμφιλέκτως
οὐθεν̣ὸς ἁπλῶς ἐμποιησαμένου ἔτη λε. π̣α̣ραθεμένου δὲ καὶ προστάγματα
καὶ μέρος ἐκ τοῦ ἐκτεθέντος ἐν τῶι κϛ (ἔτει) περὶ τῶν φ[ιλα]νθρώπων προστάγματος περὶ τῶν
\κεκρατηκότων ἔλεγον(*), εἰ καί τις θείηι/ μηδεμίαν ἐπιφέρειν αὐτοὺς συγγραφήν, ἀρκεῖσθαι ἀπʼ αὐτῶν [τ]ῶν προσγμάτων(*) τῆς κρατήσεως
60αὐτοῖς περιγινομένης, μὴ γοῦν καὶ <τὰς> κ̣τ̣ήσεις ἐπιφερειν̣[τ]ων(*) καὶ κεκρατηκότων ἔτη
πλείονα, τοῦ δʼ ἀντιδίκου ἀναποδεί[κτο]υ καθεστηκότ̣[ος], ἔτι δὲ καὶ προβεβηκότος(*) ἤδη
τοῖς ἔτεσι καὶ μήτʼ ἐν τοῖς ἔμπροσθ̣ε[ν] χρόνοις πρὸς τ[οὺ]ς̣ γονεῖς αὐτῶν μήδε(*) μὴν
πρὸς ἑαυτοὺς λόγον συνεστάσθαι μ̣[έχ]ρι τοῦ παρόντος καὶ μηδαμῶς(*) δυναμένου
ἐπιδεῖξαι καθόλου τινὰ τῶν ἑαυ̣[τοῦ] γονέων ἢ [κα]ὶ αὑτὸν ὠικηκότα(*) ἐν τῆι
65Διὸς πόλει μηδʼ ὥς ἐστιν αὑτοῦ ἡ̣ [οἰκί]α προγονικ[ή], ὁ̣μολογουμένως δʼ ἐπὶ συκο-
φαντίαι καὶ σεισμῶι(*) ἐπαγειοχό[τος τὸ] ἔγκλημα. τ[οι]ούτων οὖν ὄντων τῶν
κ<ατʼ> καυτοὺς(*) καὶ τοῦ Ἑρμίου οὐδεν[ὶ τεκμ]η̣ρίωι προσεναπλομένου(*), φάσει δὲ κενῆι
προφερομένου εἶναι προγονικ[ήν, τ]ῶ̣ι μὲν Ἑρμίαι ε̣[ἴ]π̣αμεν μὴ ἀντιποιεῖσθαι
τῆς οἰκίας, τοῖς δὲ περὶ τὸν Ὧ[ρον κρ]ατεῖν αὐτῆς [κ]αθότι καὶ πρότερον.
——
70

Apparatus


^ 1.8. l. ἐπιστάτῃ
^ 1.11. corr. ex χοαχτων
^ 1.15. l. τι<να>
^ 1.17. l. ᾠκοδομημένοι
^ 1.18. l. καθῃρημένα
^ 1.20. corr. ex τη  ̣
^ 2.27. l. Ἡρακλείδῃ
^ 2.41. l. Τεεφίβις
^ 2.41. l. Τβαιάι<τ(?)>ος
^ 3.59. l. ἔλεγεν
^ 3.59. l. προσ<τα>γμάτων
^ 3.60. l. ἐπιφερόντων
^ 3.61. corr. ex προσεβηκοτος
^ 3.62. l. μήτε
^ 3.63. corr. ex μη  ̣αμως
^ 3.64. l. ᾠκηκότα
^ 3.66. l. <δια>σεισμῶι
^ 3.67. l. αὐτοὺς
^ 3.67. l. προσ[εν]απτομένου

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: upz.2.161 [xml]

IIIsac Thebes
[Reprinted from: .] PParis70

1
(UPZ 2,161 reprinted in
[Reprinted in: p.tor.choach.11bis] PTorChoach 11bis)

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: p.paris.15 [xml]

IIspc? ?
[Reprinted from: upz.2.161] pg421-422
[Reprinted in: p.tor.choach.11bis] PTorChoach 11bis

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.