Transcription for P.Frankf. 1 xml
int
1[βασιλ]εύοντος Πτολεμαίου το[ῦ Πτολεμαίου καὶ Β]ερενίκης θεῶν
2[Εὐεργ]ετῶν ἔτους ἐνάτο[υ ἐφʼ ἱερέως Ἀνδρονί]κου τοῦ Νικάνο-
3[ρος Ἀ]λ̣εξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν
4[Εὐε]ργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φι-
5λαδέλφου Πτολεμαίδος τῆς <Πτολεμαίου τοῦ> Ἐμπεδίωνος μηνὸς Πανήμου
6ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐμίσθωσεν Ἀπολλώνιος
7Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡ-
8γεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγο-
9νῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον
10κ̣αὶ θερισμὸν̣ ἕν̣α̣ · ἄ̣ρ̣[ξ]ε̣ι δὲ ὁ σ̣πόρος τ̣ῆς μ̣ι̣σ̣θ̣[ώσ]εως ἐν
13ἀρταβ[ῶ]ν [ἑ]ξ[ήκον]τα · ἐὰν δέ τις γῆ ἄβροχ̣[ος γένηται, παρα-]
14δεχέ[σθω Ἀπολλών]ιος Νεοπ[τ]ολέμ[ω]ι κα[. ca.10.]
15ἐκφ[όριον τῆς ἀβ]ρόχου γῆς γενομένη[ς. τὰ δὲ ἐκφό-]
16ρια [τὰ συγγεγρα]μμένα ἀποδότω Νεοπτόλεμο[ς Ἀπολ-]
17λω[νίωι ἐν] μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτου[ς σῖ-]
18τον̣ [καθα]ρ̣[ὸ]ν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶ[ι κλή-]
19ρωι μ[έτρ]ωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀ[πε-]
20νεγ[κά]τω εἰς Θῶλθιν οὗ ἂν Ἀπολλώνιος συντ[ά]ξη̣ι
22[μένα, ἀποτεισάτ]ω Νε[ο]π[τ]όλεμος Ἀπολλωνίωι τι-
24δέκα καὶ ἡ π[ρᾶξις] ἔ̣σ̣τ̣ω̣ Ἀπολλωνίωι παρὰ Νεοπτο-
25λέμου πράσ[σοντι] κ̣ατὰ τὸ [δ]ι̣άγραμμα. κυριευέτω
26δ̣ὲ [Ἀ]π̣[ολ]λ̣[ώνιος τ]ῶ̣ν καρπῶν ἕως [ἂν] τὰ α̣ὑ̣τοῦ κο-
27[μίσηται. ἐὰν δέ τι] πραχθῇ̣ Νεοπτόλ̣εμος̣ ὑπὲρ το̣[ῦ]
28[κλήρου ἢ ὑπὲρ Ἀπο]λλωνίου̣ εἰς τὸ βασιλικὸν ἢ ἄλλο τ[ι]
30[τὰ ἐκφόρια. ὁμολογε]ῖ δὲ Ἀπολλ̣[ώ]νιος ἔχειν παρὰ Νεοπτολ[έ-]
31[μου πρόδομα ἄτοκον] χαλκοῦ [ν]ομίσματος δραχμὰ̣ς̣ ἑ̣[ξ-]
32[ήκοντα · ταύτας δ]ὲ̣ ἀποδότω̣ Ἀπολλώνιος Νε[ο]πτολ̣έμ̣-
33[ωι πρὸ τοῦ αὐτὸν ἢ τ]ὰ ἐκ̣φόρι[α] κομίσασθαι· ἐὰ̣ν δὲ μ̣[ὴ]
35[λογεῖν σῖτον τῶν] ἑξή̣κον[τ]α δραχμῶν ἀπ̣[ὸ] τῶ[ν ἐκ]φο-
36[ρίων τιμῆς ὡς ἂν π]ωλ[ῆ]τα[ι] ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω̣
37[Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκ]ποι̣ῆι κ[ο]μ̣ίσα̣σθαι ἀ[λλὰ] προσοφειλή-
38[σῃ τι Ἀπολλώνιος Νεο]π̣[τολέμ]ω̣ι [ἢ] σιτικὸν ἢ χαλκικόν, ἐπι-
39[γεωργείτω Νεοπτόλεμος τὸν κλῆ]ρον̣ τοῦ αὐτοῦ ἐκφορίου καὶ
40[ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ α]ὑτ̣οῦ κομίσηται. βεβαιούτω
41[δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν] κ̣λῆρον καὶ τοὺς κατασπαρέν-
42[τ]α̣[ς] ἐ̣ν̣ αὐτῶι κα̣ρπο[ὺς] κα[θʼ ἃ] μ̣[ε]μ̣ί̣σθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ
43κατὰ̣ τὰ γεγραμμέ[να, ἀπ]οτε̣ι̣σ̣ά̣τω Ἀπολλώνιος̣ Νεοπτολέμωι
45κώλ̣[υμ]α γέν[η]ται· [ἐὰν δέ τι βασιλικὸν κώλυμα γ]ένηται, ἀπο-
46δότ[ω] Ἀπ[ο]λλ[ώ]νιος Ν[εο]πτολέμ[ωι τὰς ἑξήκοντα δρα]χ̣μὰς τὸ πρό̣-
47δομα̣ [κ]αὶ ἄ̣ν [τι] ἄλλο π̣[ροσοφ]ειλήσῃ [παραχρῆμα· ἐὰν δ]ὲ̣ μ̣ὴ ἀ̣π̣οδῶι,
48ἀποτ[ει]σάτω̣ [ἡ]μιόλι[ον καὶ ἡ π]ρ̣ᾶ̣ξ[ις ἔστω Νεοπτολέμ]ωι παρὰ
49Ἀπολλωνί[ου] πράσσ̣[οντι κατὰ τὸ διάγραμμα. ἡ] δὲ
50συνγραφ[ὴ] ἥδε κ[υρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες.]
51 vac. ?
ext
51βασιλεύοντος Πτολ[εμαίου τοῦ] Πτολεμ̣α̣ί̣ου καὶ Βερενί-
52κης θεῶν Ε[ὐ]εργετῶ̣[ν ἔτους ἐνά]του ἐφʼ ἱερέως Ἀνδρονίκου
53τοῦ Νικάν[ορ]ος Ἀλε[ξάνδρου κ]α̣ὶ̣ θ̣ε̣ῶν Σωτήρων καὶ θεῶν
54Ἀ[δ]ελφῶν κα[ὶ] θεῶν [Εὐεργετῶν κ]αὶ θεῶν {Φι} Φιλοπατό-
55ρω̣ν [κ]ανηφό[ρ]ου Ἀρ[σινόης Φιλαδέλ]φου Πτολεμαίδος τῆς
56Πτολεμαίου τοῦ Ἐ[μπεδίωνος μη]νὸς Πανήμου ἐν Θώλ-
57θει τοῦ Ὀξυρυ[γχίτου νομοῦ]. ἐμίσθωσεν ⟦εμ⟧ Ἀπολ-
58λώνι[ο]ς Μακεδὼν τ[ριακοντάρουρο]ς κληρ[οῦ]χος τῶν οὔ-
59πω ὑφʼ ἡγεμόνα Ν̣[εοπτολέμωι Ν]ουμη[ν]ί̣ου Πέρσηι
60τῆς ἐπ[ι]γονῆς [τὸν ἑαυτοῦ κ]λῆρο[ν ὅ]λον εἰς ἐ̣νι-
61αυτὸν σπόρον κα[ὶ θερισμὸν ἕνα · ἄ]ρξει δ̣[ὲ ὁ] σπόρος τ̣ῆς
62μισθώσεω̣ς ἐν [τῶι δεκάτωι ἔ]τ[ει οὗ οἱ] καρπ̣[οὶ] ε̣ἰ[ς]
63τὸ ἑνδέκατ̣ον ἔτ[ος, ἀσπερμὶ ἀ]κ̣ί[νδυνο]ν πλ[ὴν ἀβ]ρό-
64χου ἐκφορ[ίο]υ πυ[ρῶν ἀρταβῶν ἑ]ξ[ήκοντ]α · ἐὰν [δέ τις]
65γῆ ἄβροχ[ος] γ̣ένη[ται, παραδε]χ̣έσ[θω Ἀ]π̣ολλώ̣[νιος]
66Νεοπτολ[έ]μωι κ[. ca.11.] ἐ[κφόρι]ον τ[ῆς ἀβρό-]
67χου γῆς [γε]νομέν[ης. τὰ δὲ ἐκφόρι]α [τὰ συν]γεγ[ραμμέ-]
68να ἀποδ̣[ό]τω [Νεοπτόλεμος Ἀπολ]λ̣[ωνίω]ι [ἐν μη-]
69νὶ Δύστ̣[ρωι] τ̣[οῦ ἑνδεκάτου ἔτους σῖτον καθα-]
70ρὸν καὶ ἄδ[ολ]ο̣ν τὸ[ν γενόμε]νον [ἐ]ν τῶι κλ̣[ή]ρωι μέτρωι
71χοὶ δικα[ί]ωι μετ̣[ρήσει δ]ικαίαι καὶ ἀπ̣[ε]νεγκάτω
72εἰς Θῶλθειν [οὗ ἂν Ἀπ]ολλώνιος συντ[ά]ξηι ἰδίωι
74να, ἀποτεισάτω Ν̣[εοπ]τόλεμος Ἀπολλ̣ωνίωι τι-
76χμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀ̣πολ̣[λ]ωνίωι πα-
77ρὰ Νεοπτολέμου πράσσοντ̣[ι κ]α̣τ[ὰ] τὸ διάγραμ-
78μα. κυριευέτω δὲ Ἀπολλώνι̣[ος τῶ]ν κα̣[ρ]π̣ῶν ἕως ἂν
79τὰ αὑτοῦ κομίσηται. ἐὰν δ[έ τι πρ]α̣χθ̣ῆ̣ι̣ Ν̣εοπτόλε-
80μ[ος] ὑπὲρ Ἀπολλωνίου̣ ἢ ὑπ[ὲρ] τ̣[ο]ῦ κλή̣ρου αὐτοῦ <εἰς τὸ>
81β[ασι]λικὸν ἢ ἄλλο τι κ̣[αθʼ ὁντ]ινοῦν τρόπον, ὑπολο-
82γείτω Νεοπτόλεμος ε[ἰς] τ̣ὰ [ἐ]κφόρια. ὁμολογεῖ δὲ Ἀπολ-
83λώνιος ἔχειν παρὰ Νεοπτολ[έμο]υ πρόδομα ἄτοκον χαλ-
84κοῦ νομίσματος δραχμὰς [ἑξ]ήκοντα · ταύτας δὲ
85ἀποδότω Ἀπολλώνιος Νεοπτ̣[ολέ]μ̣ωι πρ̣ὸ τοῦ αὐτὸν
86ἢ τὰ ἐκφόρια κομίσασθαι· ἐὰν [δὲ μ]ὴ̣ ἀποδῶι, ἐξέστω
88τον τῶν ἑξήκοντα δραχμῶν [ἀ]π̣ὸ τῶν ἐκφορίων τιμῆς
89ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω̣ καὶ προσδεχέσθω
90Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ
91προσοφειλή̣σῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σι-
92τικὸν ἢ χαλκικὸν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν
93κλῆρον το̣[ῦ] αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι,
94ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνι-
95ος Νεοπτολέμωι τὸν κλῆρον καὶ̣ τ̣ο̣ὺς κατασπαρέντας
96ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βε-
97βαιώσῃ κατὰ τὰ γεγραμμένα̣, ἀποτεισάτω Ἀπολ-
98λώνιος Νεοπτολέμωι ἐπίτιμ̣[ον] ἀργυρίου δρα-
100ται· ἐὰν δέ τι βασιλικὸν κώλυ̣[μα γένηται, ἀποδό-]
101τω Ἀπολλώνιος Νεοπτολέμωι τ̣ὰ̣ς̣ [ἑξήκοντα ]
102δραχμὰς τὸ πρόδομα καὶ ἐάν τι ἄλλο προσ̣[οφει-]
103λήσῃ παραχρῆμα· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισά[τω ἡ-]
104μι[όλ]ιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀ[πολ-]
105λω[νίο]υ πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ [συν-]
106γρα̣[φὴ ἥδε κυρί]α ἔστω οὗ ἂν ἐπιφέρη̣ται· μά̣[ρτυρες].
History
- No editorial history recorded.
- 2011-12-14 [gabrielbodard]: rationalized languages in langUsage
- 2011-12-14 [gabrielbodard]: changed editor names to URIs
- 2011-10-31 [gabrielbodard]: changed type=inWord to break=no
- 2011-10-04 [Faith]: Automatically updated revision description
- 2011-09-20 [Faith]: Automated transfer of accents across reg-orig pairs
- 2011-03-02 [gabrielbodard]: batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg
- 2010-05-05 [gabrielbodard]: changed schema; added xml:space=preserve; indented; changed sic to surplus; moved title/@n to idno
- 2009-11-12 [gabrielbodard]: Added language la-Grek
- 2009-06-27 [gabrielbodard]: Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema)
- 2008-12-23 [papyri.info]: Automated split from transcoder files
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.