Historical Edition: P.Lond. 7 2017 (1974)

Transcription for P.Lond. 7 2017 xml

1ὑπόμνημα παρʼ Ἡρακλεώτου Ζήνωνι Νέστωι̣ [τοῖς ἡιρημένοι]ς̣ ἐ̣πιτρόποις μου.
2δέδωκα μὲν ὑμῖν καὶ πρότερον ⟦υ̣πομνη⟧ ὑπόμνημ[α ἀξιῶν περ]ὶ̣ τ̣οῦ ὀργάνου
3τοῦ καταλειφθέντος μοι κατὰ διαθήκ[ην ὑπ]ὸ Δημ̣έ̣ο̣υ̣ [τοῦ διδασκάλο]υ̣ μου ἡνί-
4κα ἀπώλετο ἔνδοθεν εὑρόντας ἀποδ[οῦναί μοι αὐτὸ ἢ ἕτερομ] μὴ χεῖρον δοῦ-
5ναί μοι ἐν ὧι μελετῶν ἀγωνιοῦμ̣[αι ἵνα μὴ] π̣ο̣λ̣[λ]ῶν κα[θ]υ̣σ̣[τερῶ π]αρὰ τὸ ἀμελέ-
6τητος εἶναι, καὶ ἄλλο ὑπόμνημα περὶ τοῦ ὀργάνου ἀξιῶν ὑμ̣[ᾶς ἐπ]ειδὴ Ἱέρων ὡμο-
7λόγει ἔχειν \ἐνέχυρον/ τὸ ἀπολόμενον ὄργαν\ον/ ἔνδοθεν πρὸς δραχμὰς ἑκατ̣[ὸν κα]ὶ̣ πέντε κομισα-
8μένους ἀποδοῦναί μοι αὐτὸ ἢ <ἕτερον> μηθὲ̣ν ἐκ̣ε̣ί̣νου χεῖρον ἀγορά[σαι καὶ δοῦνα]ί̣ μοι ὅ̣[π]ω̣ς̣
9ἔχω μελετῶν ἀγωνίζεσθαι καὶ μὴ πολλῶν καθυστερῶ [ἀμελέτητ]ο̣ς ὤν, ὑμεῖς οὐθὲν
10πεφροντίκατε περὶ τούτων. δ[έ]δωκά θʼ ὑμῖν τρίτον ἄλλ[ο ὑπόμ]νημα ἀξιῶν
11ἐπειδὴ Δημέας ὁ διδάσκαλός μου κατ̣έλιπέμ μοι κατὰ διαθή[κην ἀν]ατρέφεσθαί με
12ἔχοντα τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρωιδικῆς τέ̣[χνη]ς προσῆκεν ἐλευ-
13θέρωι ἕως τοῦ εἰς ἀγῶνα εἰσελθεῖν· ὑμεῖς δὲ παρέχετέ μοι ε̣ἰ̣ς̣ κ̣[ρέα ἑκάστο]υ̣ μηνὸς δρα-
14χμὰς τρεῖς τετρώβολον ἡμιωβέλιον, εἰς δʼ ἔλαιον δραχμ[ὰς τρεῖς χαλ]κοῦς τρεῖς, εἰς ὄψον
15δραχμὰς δύο ἡμιωβέλιον οἴνου χόα̣ς ἑπτὰ ἥμυσυ, φάμε̣νος ο̣ὐ̣χ̣ [ἱκα]ν̣ὰ̣ ταῦτʼ εἶναί μοι
16εἰς ἄθλησιν, ἄλλʼ ἀξιῶν ὑμᾶς Δημέου θ̣ʼ ἕνεκεν καὶ τοῦ καλῶς ἔχοντος δίδοσθαί μοι κα-
17θʼ ἕκαστομ μῆνα εἰς μὲν κρέα δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς εἰς δʼ ἔλαιον δραχμὰς ἓξ
18χαλκοῦς ἓξ εἰς δʼ ὄψον δραχμὰς ἑπτὰ τρεῖς ὀβολοὺς οἴνου χόας δε[καπέντ]ε̣ ὕμεῖς οὐθέμ μοι
19τῶν κατὰ τὰ ὑπομνήματα πεποιήκατε. ἀξιῶ οὖν ὑμᾶς ἔ̣τ̣ι̣ κ̣[αὶ νῦ]ν τὸ τʼ ὄργαμόμ
20μοι ἀποδοθῆναι τὸ ἐμὸν ὅ φησιν Ἱέρων ἔχειν τὸ καταλειφθέμ μοι κατὰ διαθήκην ἢ ἕτε-
21ρομ μηθὲν ἐκείνου χεῖρον ἀγορασθῆναι καὶ δοθῆναί μοι ὅπως μελετῶν ἀγωνίζωμαι καὶ μὴ
22παρὰ ταύτην τὴν αἰτίαν πολλῶν καθυστερῶ παρὰ τὸ μὴ ἔχειν ὄργα[ν]ον, καὶ τὰ δέοντα
23παρέχειμ μοι ὅσα διὰ τοῦ ὑπομνήματος γράφω πρὸς ὑμᾶς καθ̣[ότι καὶ] ἡ διαθήκη προσ-
24τάσσει παρέχειμ μοι τὰ δέοντα πάντα ὅσα εἰς ἄθλησιν τῆς κιθαρω[ιδικῆς] τέχνης <προσήκει ἐλευθέρωι> ἕως ἂν οὗ
25εἰς ἀγῶνα εἰσέλθω. εἰ δὲ μὴ ταῦθʼ αἱρε̣τ̣ὸν ὑμῖν ἐστιν παρέχειμ μ̣[οι ἀξι]ῶ ὑμᾶς ἀποδοῦ-
26ναί μοι ⟦τὰ γινόμενα εἰς ἔτη δύο⟧ τὴν κατὰ μῆνα γινομένην̣ [τιμ]ὴν εἰς ἔτη δύο
27ὅπως ἂν ἐμαυτοῦ ἐπιμεληθεὶς καὶ τυχὼν ἐπιστάτου εἰσέλθ[ω εἰς τοὺς] ἀγῶνας οὓς ὁ
28βασιλεὺς προτίθησιν καὶ μὴ καταφθαρῶ ἐνταῦθα, δυνατὸς ὦ [δʼ ἐμαυ]τῶι βοηθῆσαι.
29ἔρ[ρωσθε.] (ἔτους(?)) ϛ, μηνὸς
30[⁦ -ca.?- ⁩]

History

  • 2023-06-28T06:16:40-04:00 [james.cowey]: Finalized - Ready.
  • 2023-06-21T04:50:31-04:00 [gclaytor]: Vote - Accept-Straight-to-Finalization - haven't seen obol words marked up like this but looks good to me
  • 2023-06-20T09:33:04-04:00 [LaviniaFerretti]: Submit - Modified encoding of numbers to improve display in online navigator

  • 2011-12-14 [gabrielbodard]: rationalized languages in langUsage
  • 2011-12-14 [gabrielbodard]: changed editor names to URIs
  • 2011-12-13 [Faith]: Automatic insertion of lb tags into origs to match existing lb tags in the reg
  • 2011-10-31 [gabrielbodard]: changed type=inWord to break=no
  • 2011-10-04 [Faith]: Automatically updated revision description
  • 2011-09-20 [Faith]: Automated transfer of accents across reg-orig pairs
  • 2011-03-02 [gabrielbodard]: batch converted all tei:sic to tei:orig and tei:corr to tei:reg
  • 2010-05-05 [gabrielbodard]: changed schema; added xml:space=preserve; indented; moved title/@n to idno
  • 2009-11-12 [gabrielbodard]: Added language la-Grek; tagged num rend=fraction
  • 2009-06-27 [gabrielbodard]: Converted from TEI P4 (EpiDoc DTD v. 6) to P5 (EpiDoc RNG schema)
  • 2008-12-23 [papyri.info]: Automated split from transcoder files

Detailed history

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.