DDbDP transcription: p.abinn.33 [xml]
AD 342-351 Arsinoite
[Reprinted from: p.lond.2.232,pg296-297] PLond2,232
τῷ δεσπότῃ μου Ἀβιννέῳ
Κλημάτιος.
πάντας τοὺς φίλους ἀεὶ εὐχόμεθα ἐν μίζοσιν(*) προκόπτοντας πράττειν, ἵνα καὶ
ἡμῖς(*) τῆς πράξεως ἐκείνων ἀπολαύειν δοκῶμεν. ἓν οὖν καὶ τοῦτό μοί ἐστιν
5διὰ γραμμάτων παρακαλέσαι τὴν σὴν χρηστότητα, κύριε, ἀπαράβλητε, καὶ ἵ(*)να μὴ νομίσῃς
διά τι κέρδος τοῦτό̣ με ποιεῖν, γνωρίζω τῇ εὐγενίᾳ(*) σου τὸ πρᾶγμα. Ἰ(*)σίων τις πρόμωτος
ἐκ τῶν ὑπὸ τὴν σὴν φροντίδα διαφέρ̣ι(*) μοι, διαφέρι(*) δὲ καὶ τῷ κυρίῳ μου καὶ ἀδελφῷ
Παύλῳ τῷ κορνικουλαρίῳ τῆς παρεμβολῆς. πενθερὸς γὰρ τυγχάνι(*) Τιμοθέου οὐετραν[οῦ]
τοῦ ἐν Πα̣ρ ̣ ̣τ̣οντ̣ι κεκτημένου, ὄντος ὁμογνησίου ἀδελφοῦ τοῦ προειρημένου
10Παύλου. ἐπεὶ οὖν οὐδεμία διαφορά ἐστιν μεταξὺ ἐμοῦ καὶ κακείνων(*) διὰ τοῦτο
παρακαλέσαι σε ἔσπευσα ὅπως συνχωρήσῃς τούτῳ τοῖς πράγμασιν ἡμῶν
προσέχειν, δυναμένου σοῦ ὅπου τις ἀνά[γ]κη κατεπίγει(*) τοῦτον μετακαλέσασθαι καὶ πάλιν
εὐθέως ποιῆσαι ὡς προεῖπον, τοῖς πράγμασιν ἡμῶν προσέχειν. ἵνα δὲ γνῶμεν ὅτι τῇ
ἀξιώσει ἡμῶν ἐπένευσας καταξίωσον δεξάμενός μου τὰ γράμματα, κύριέ μου,
15ἀντιγράψαι μοι περὶ τούτου. (hand 2) ἐρρῶσθαί σε
εὔχομαι πολλ[ο]ῖς
χρόνοις, κύριε.
(hand 1) τῷ δεσπότῃ μο[υ] Ἀβιννέῳ

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.