DDbDP transcription: p.cair.isid.64 [xml]
ca. AD 298 Karanis
[Reprinted from: sb.6.9168] SB6,9168
Αὐρηλίῳ Ἥρωνι στρατηγῷ Ἀρσινοίτου
παρὰ Αὐρηλίων Ταήσεως καὶ Κυριλλοῦτος ἀμφοτέρων
Κοπρῆ ἀπὸ κώμης Καρανίδος. ὁ ἡμέτερος ἡμῶν
πατὴρ, ἄριστε τῶν στρατηγῶν, τὸν βίον τελευτῶν
5κατέλιψεν(*) κινητὰ εἴδη. ὁ δὲ τούτου ἀδελφὸς Χαιρή-
μων ἅπαντα τὰ κατέλιψεν(*) ἐνκολφωσάμενος(*)
καὶ παράσχετο(*) ἡμῖν ταῖς γυναιξὶν σιτικὰς δημοσίας
ἀρούρας ταῖς μὴ δυναμέναις ὑπαντᾶν τοῖς φόροις
τῶν ἀρουρῶν. προσήλθαμεν δὲ καὶ τότε τῷ γενο-
10μένῳ πρωτοστάτῃ τῆς κώμης Σερήνῳ τῷ καὶ
Ἁρπ[ο]κρᾷ καὶ ἐκέ[λ]ευσεν αὐτὸν ἅπαντα τὰ καταλι-
φθέντα(*) ὑπὸ τ[ο]ῦ ἡμῶν πατρὸς ταῦτα ἡμῖν
πα[ρ]ασχεῖν. ὃς δὲ οὐδεμίαν ἡμῶν φ[ρ]οντίδα
πο[ι]εῖται, καὶ διʼ αὐτὸ τοῦτο ἐντάξασαι τὰ καταλι-
φθέντα(*) [δ]εόμεθα καὶ παρακαλοῦμεν τὴν σὴν φιλαν-
θρωπίαν ὅπως κελεύσῃς αὐτῷ τῷ Χαιρήμονι
ταῦτα ἡμῖν π[αρ]ασχεῖν ἵνα δυνηθῶμεν ὄνησιν
ἔχ[ε]ιν τῶν ἰδίων. διευτύχει. ἔστι δὲ τὰ εἴδη·
π[ρό]βατα τέλε[ια] ξα, αἶγαις(*) τέλιοι(*) μ, μιχα-
20νὴ(*) ἀλετικὴ α καὶ ἀργυρίου (τάλαντα) γ καὶ σίτου
(ἀρτάβαι) β καὶ δουλικὰ σώματα δύο ἐξ ὧν κατε-
πώλησεν δούλην μίαν .

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.