Papyri.info

sign in

p.cair.isid.73 = HGV P.Cair. Isid. 73 = Trismegistos 10404 = oxford-ipap.apis.86



DDbDP transcription: p.cair.isid.73 [xml]

AD 314 Karanis

Ἰ[ουλίῳ] Ἰουλιανῷ [δι]ασημοτάτῳ ἐπάρχῳ Αἰ[γύπ]του
πα[ρὰ Αὐρηλίων Ἰσ]ιδώρου Πτολεμαίου θεσσαλαρίου καὶ Παλήμ[ονος] Τιβερίνου κουαδραρίου ἀμφοτέρων ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ.   ̣αιρ  ̣  ̣  ̣  ̣
ἡ[μεῖς ἐλάτ]τωναις(*) ἄγροικοι τὰ δινὰ(*) πάσχομεν ὑ[πό τ]ε τοῦ πραιποσίτου τοῦ πάγου Θεοδώρου καὶ τῶν κωμάρχων. καταπλήτ’τουσιν ἡμᾶς, ὅπερ δι-
κν[ύει](*) [τὴν π]ροαίρεσιν τούτων τῶν παμπονήρω[ν ἀ]νδρῶν, οὗτοι μὲν καταδυναστεύοντες ἐπὶ τῶν τόπων καὶ δέον φοβηθεντας(*) αὐτοὺς τὸ με-
5γαλώ̣τ̣[ατον συ]νκρότημα καθʼ ἡμῶν ποιήσαντες, καὶ ἀπ[αι]τήσις(*) πεποίηνται ὡς βούλονται μερισμοὺς παρανόμους πλείστους ἐν τῇ κώμῃ οἱ κώμαρ-
χοι ἅμ[α τῷ πρ]αιποσίτῳ ὑπὲρ τὰ τριακόσια τάλαντα, [καὶ] ταῦτα οὐκ οἴδαμεν εἰς ποῖον λόγον ἐχώρησεν. γ[ν]ῶναι ο̣ὖ̣ν <σε> θέλομεν <καὶ> διὰ τῆς σῆς μισο-
πονη[ρίας ἐ]πεξελθεῖν πρὸς ἐκδικίαν τούτων. ἀλλὰ μ[ὴν] καὶ ἀπὸ τιμῆς βυρσῶν καὶ τιμῆς καμήλου ἀργυρίου τάλαντα ἓξ καὶ τιμῆς ἵππου τάλαντα
πεντ[ήκοντα] , ὡς γίνεσθαι καὶ τούτων ἐπὶ τὸ αὐτὸ ἀργυ[ρίου] τάλαντα πεντήκοντα καὶ ἕξ καὶ ἀπὸ πλεονασμοῦ ἐ̣[κ]λ̣ή̣ψ̣ι̣ς̣(*) ἀρταβῶν δέκα , καὶ ταῦτα εἰ[ς] τὸ
ἴδιον [ἀπην]έγκαντο. καὶ τοῦ προειρημένου πραιποσίτ[ου] Θεοδώρου ἐπικρατήσαντος εἰς τὴν οἰκίαν ἑ[α]υτοῦ θ̣η̣[λυ]κὰ κτήνη δύο ἀγορ[α]σθεντων(*)
10ὑπὸ τῆς κώμης ἀργυρίου ταλάντων τεσσεράκο[ν]τα [καὶ] παρʼ ἑαυτῷ τυγχάνει σήμερον, καὶ ἀπὸ τῶν αὐτῶ[ν θηλυκῶν] κτηνῶν δύο μίαν μὲν
ἡμεῖν(*) πέπρακεν ἀργυρίου ταλάντων εἰκοσιεπτὰ   ̣  ̣[  ̣  ̣  ̣]γματίαν ἡγησάμενος τὴν κώμην ἡμῶν οὐ[δὲν, ἀλλ]ὰ̣ κ̣α̣ὶ σίσαντος(*) τὴν κώμην πρό-
βατα λ̣[ευ]κ̣ὰ̣ τ̣[ὸ]ν ἀριθμὸν τριάκοντα καὶ ἀργυρίου τάλ[αντα τε]σσεράκοντα ἑπτά , ἀλλὰ μὴν καὶ τὰ ἡμέτερα ὀνικὰ κ[τή]νη τῆς κώμης ἀνγαρίους(*)
ἄνευ μ[εί]ζονος κελεύσεως εἰς μεταφορὰν φασήλο[υ] εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ τὰς ἡσυχείας(*) οὐκ ἡμ[ῖν ἐῶ]ν, ἐντυχίαν <σοι> ποιούμεθα εὐ-
τυχῶς ἐπιδημήσαντι ἐπὶ τῆς ἡμετέρας πατρίδος πρὸς ἐκδικείαν(*) τῶν τολμηθέντων. ἐπὶ(*) οὖν οὐ χρὴ προχωρεῖν σισμοὺς(*) ποιεῖσθαι ὑ[π]ὸ
15τοῦ πραιποσίτου Θεοδώρου ἀλλὰ καὶ μερισμοὺς ἀλόγ[ους] μὴ γενέσθαι ὑπὸ τῶν κωμάρχων ἅμα τῷ αὐτῷ πραιποσίτῳ, διὰ τοῦτο μὴ φέροντες
τὰ ἔν[γ]ραφα ἐπιδίδομεν τῇ σῇ ἀρετῇ αὐτὰ ταῦτα μαιμ̣ν̣η̣μένοι(*), δεόμενοι καὶ παρακαλοῦντες ὅπως κελεύσῃς διὰ ἱ(*)ερᾶς σου ὑπογραφῆς
ἐπεξελθεῖν, τὸ σὸν μεγαλεῖον, κατά τε τοῦ πραιποσίτου καὶ κωμάρχων περὶ ὧν καθʼ ἡμῶν ἐτόλμησαν. διευτύχει.
(hand 2) Αὐρ[ή]λιοι Ἰσίδωρος καὶ Παλήμων ἐπιδεδώκαμεν. Αὐρήλιος Ἥρων Μέλανος ἀπὸ ἀμφόδ[ο]υ Φρεμεὶ ἔγρα(ψα) ὑπ(ὲρ) αὐτῶν ἀγραμάτων(*).

Apparatus


^ 3. l. [ἐλάτ]τονες
^ 3. l. δεινὰ
^ 3. καταπλητ’τουσιν papyrus
^ 3-4. l. δει|κνύει
^ 4. l. φοβηθέντων
^ 5. l. ἀπαιτήσεις
^ 8. l. ἐκλήψεις
^ 9. l. ἀγορασθέντα
^ 11. l. ἡμῖν
^ 11. l. σείσαντος
^ 12. l. ἀγγαρίους
^ 13. l. ἡσυχίας
^ 14. l. ἐκδικίαν
^ 14. l. ἐπεὶ
^ 14. l. σεισμοὺς
^ 16. l. μεμνη-μένοι
^ 16. ϊερασ papyrus
^ 18. l. ἀγραμ<μ>άτων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.