DDbDP transcription: p.cair.isid.94 [xml]
AD 312 Karanis
[Reprinted from: sb.6.9174] SB6,9174
Αὐρ[ήλι]ος Σαραπίων Ἑρμε[ίου] βουλευτὴς τῆς
λαμ[πρ]ᾶς Ἀντινόου πόλε[ως] Αὐρηλίῳ Ἰ(*)σιδώρῳ
Πτολεμαίου ἀπὸ κώμης Κα[ρ]ανίδος χαίρειν.
ὁμολογῶ διὰ τῆσδε τῆς [ἀ]σφαλίου(*) ἀπειληφέ[ναι]
5παρὰ σοῦ ἃ εὐχρήστησέν σοι ἀγράφως ὁ ἡμέτερος
προνοητὴς Αὐρήλιος Χαιρήμων ἔτι ἄνωθεν
ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τριά-
κοντα, (γίνονται) (τάλαντα) λ, πλήρης, περὶ ὧν καὶ οὐδένα λ[ό]γον ἔχω
πρός σε οὐδὲ ἐπελεύσομαι οὔτε ἐγὼ ὁ Σαραπίων οὔτε
10ὁ Χαιρήμων ἢ οἱ παρʼ ἐμοῦ ἢ παρʼ ἡμῶν διὰ τὸ μετὰ
καλῆς πίστεως ταῦτά σε ἀποκατεστηκέναι(*). ἐπὰν
δὲ ἐν καιρῷ τινι ὄχλησιν ἤ τινα ζήτησιν πε[ρὶ τοῦ π]ρο-
κιμένου τούτου ἀργυρίου ὑπό τινος πάθῃς ἐγὼ αὐτὸς
ὁ Σαραπίων ἀποστήσω παραχρῆμα τοῖς ἰ(*)δίοις μου δα-
15πανήμασιν πρὸς τὸ κατὰ πάντα τρόπον τὸ ἀσφαλὲ[ς] καὶ ἀ[μέ-]
ριμνόν σοι ὑ(*)πʼ ἐμοῦ ὑ(*)παρχθῆναι. καὶ ἐπερω(τηθεὶς) ὡμολόγ(ησα).
ὑ(*)π[α]τείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ
Λικινίου Σεβαστῶν τ[ὸ] β Παχὼν θ.
——
(hand 2) Αὐρήλιος Σαραπίων Ἑρμείου [ὁ] προκίμενος βου[λευτὴ]ς
20ἀπέσχον παρὰ τοῦ Εἰσιδώρου ἃ εὐχρήστησεν [αὐτῷ] ἀγρά-
φως ὁ ἑμέτερος(*) προν[ο]ητὴς Χερήμων ἀργυ[ρί]ου τάλαν-
τα τριάκοντα πλήρης, περὶ ὧν καὶ οὐδένα λόγον ἔχω
——
πρὸς αὐτὸν ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἀποστήσω
ὡς πρόκιται. καὶ ἐπερωτητὶς(*) ὡμολόγησα.
25(hand 3) Αὐρήλιος Χαιρήμων προνοη(τὴς) τοῦ Σαραπίωνος εὐδοκῶ τῇδε τῇ
ἀποχῇ τοῦ προκειμένου ἀργυρίου τῶν ταλάντων τριάκοντα ὡς πρόκ(ειται),
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.