DDbDP transcription: p.flor.2.209 [xml]
III spc Theadelphia
v
Μόνιμος Ἡρωνείνῳ τῷ φιλτάτῳ
χαίρειν.
παρέλαβον καὶ σήμερον διὰ Ἀμμωνίο̣υ̣(*)
καὶ Ηουτος ὀνη(λατῶν) διὰ ὄνων ἑπτὰ
5οἴνου σὺν διχώροις ἁπλᾶ μονόχωρα
πεντηκονταέξ \γ(ίνεται) νϛ/ ἐκ τῶν ἀπολυθέντων
μοι ὧν λόγον δισω(*). ἐὰν δὲ τοιαῦτα ἦν
ὅλα ἃ πέμπις(*) οὐ χρῄζω αὐτῶν·
καὶ γὰρ πολλὰ ὄξη ἔχει καὶ ὀζαρά.
10ἵ(*)να πέμψῃς μοι φάσιν περὶ τούτου
ἵ(*)να τοίνυν ἀναβῶ(*) καὶ παρετήσομε(*)
αὐτὰ καὶ τάχα ἄλλα λάβω καλὰ καὶ μὴ
ὐ(*)πηρεαθ̣ῃ̣(*) ὁ ἐκτιναγμός· τὰ(*) γὰρ ἔπεμψάς
μοι ἀπόκιται(*) καὶ οὐδεὶς οὐδὲ ἓν κεραμιν(*)
15ἦρκεν.
ἐρρῶσθαί σε εὔχομαι φίλ(τατε) r
(PFlor 2,209,r reprinted in
[Reprinted in: p.laur.1.12] PLaur 1,12)
Μόνιμος Ἡρωνείνῳ τῷ φιλτάτῳ
χαίρειν.
παρέλαβον καὶ σήμερον διὰ Ἀμμωνίο̣υ̣(*)
καὶ Ηουτος ὀνη(λατῶν) διὰ ὄνων ἑπτὰ
5οἴνου σὺν διχώροις ἁπλᾶ μονόχωρα
πεντηκονταέξ \γ(ίνεται) νϛ/ ἐκ τῶν ἀπολυθέντων
μοι ὧν λόγον δισω(*). ἐὰν δὲ τοιαῦτα ἦν
ὅλα ἃ πέμπις(*) οὐ χρῄζω αὐτῶν·
καὶ γὰρ πολλὰ ὄξη ἔχει καὶ ὀζαρά.
10ἵ(*)να πέμψῃς μοι φάσιν περὶ τούτου
ἵ(*)να τοίνυν ἀναβῶ(*) καὶ παρετήσομε(*)
αὐτὰ καὶ τάχα ἄλλα λάβω καλὰ καὶ μὴ
ὐ(*)πηρεαθ̣ῃ̣(*) ὁ ἐκτιναγμός· τὰ(*) γὰρ ἔπεμψάς
μοι ἀπόκιται(*) καὶ οὐδεὶς οὐδὲ ἓν κεραμιν(*)
15ἦρκεν.
ἐρρῶσθαί σε εὔχομαι φίλ(τατε) r
(PFlor 2,209,r reprinted in
[Reprinted in: p.laur.1.12] PLaur 1,12)
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.