DDbDP transcription: p.cair.zen.3.59484 [xml]
III sac Philadelphia
[Reprinted from: psi.4.442] PSI 4 442
ὑπόμνημα Ζήνωνι παρὰ Πάιτος
ταπιδοφάντου(*). περὶ ὧν ἔδωκά σοι περὶ
Νεχθεμβέως τοῦ ταπιδοφάντου(*), ὅς ἐστιν
στασιαστής, ἐφάνη ἐπʼ ἀληθείας ὅτι νενόσφισται
5ἀπὸ τῶν ἀμφιτάπων. ὁ δὲ σταθεὶς ἐχθὲς ἔτι ὑγρὸς
ἦν καὶ ἐγενήθη ἐλάσσω μν(ῶν) ϛ. καὶ ἄλλα δὲ
ἔτι τούτων ἀτοπώτερα ἀπείργασται, περὶ ὧν
ἐὰν βούλῃ ἐπισκέψασθαι, δίκαιόν ἐστιν τὰς
χέρας(*) αὐτοῦ ἀποκόψαι. ἔλασσον γὰρ πεποί-
10ηκεν πήχεως τὸ μῆκος τῶν ἀμφιτάπων
καὶ τὸ πλάτος παλαιστῶν δύο , ὥστε μὴ
ἁρμόσαι κλείνηι(*)· καὶ ὅτε ἤμελλον στῆσαι
τοὺς ἀμφιτάπους, ἐπέθηκεν ἐπὶ τὸν
ζυγὸν καὶ τὸν στήμονα. οὐ δίκαιον οὖν ἐστιν
15οὕτως εἶναι. [πρ]ὸς τῶι οὖν ταῦτα ἀπεργά-
σασθαι καὶ τοὺς λοιποὺς προσδιέφθειρεν
ταπιδοφάντας(*). εἰ οὖν σοι δοκεῖ καὶ ἐάσῃς με
δειγματίσαι πρὸς αὐτούς, τῶν ιδ ἀμφι-
τάπων δώσω σοι ἀμφιτάπους πλείους δύο .
20ἐπεὶ δὲ ἔγνω ὅτι κατελέγχεται ὑπʼ ἐμοῦ,
ἤμελλεν ἀναχωρῆσαι ἐχθές. συνέλαβον δὲ
αὐτὸν καὶ ἀπήχθη εἰς τὸ δεσμωτήριον.
ταῦτα δὲ ἐνεφάνισά σοι ὅπως ἂν μηθείς σε
παρακρούηται καὶ ἐγὼ πολυωρίας τύχω.
25εὐτύχει.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.