DDbDP transcription: p.hamb.1.64 [xml]
AD 104 Euhemeria
Τιβερίωι Κλαυδίωι Εἰρηναίωι
παρὰ Θέωνος τοῦ Θέ̣ωνος Πέρσου τῆς
ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη
πέντε ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους
5Τραϊ(*)ανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρ-
χόντων σοι περὶ κώμην Εὐημέριαν τῆς Θε-
μίστου μερίδος ἐδαφῶν τὰς ἐν μιᾷ σφραγῖδι
κλήρου ἀρούρας ἓξ ἢ ὅσαι ἐὰν ὦσι πρὸς ἐλαιῶνι
πρότερον Νικάνωρος, ἐκφορίου τοῦ παντὸς
10τοῦ μὲν πρώτου ἔτους τῆς μισθώσεως σὺν ᾗ λήμ-
ψο̣μαι σπερμάτων ἑκ̣άστ̣ῃ ἀρούρῃ πυροῦ δρόμω(ν) ἀρτά-
βῃ μιᾷ πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ ἀρταβῶν
πεντήκοντα πέντε , ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τέσ-
σαρα ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος σὺν ᾗ λήμψο̣μ̣αι
15σπερμάτων ἑκάστῃ ἀρούρῃ πυροῦ δρόμω(ν) ἀρτάβῃ μιᾷ
πυροῦ τῶν ὅλων ἀρουρῶν ἓξ̣ ἀρταβῶν τεσσαράκοντα
δύο ἀνυπολόγων καὶ ἀκινδύνων. καὶ ἐπιτελέσω
τὰ κατʼ ἔτος τοῦ κλήρου γεω̣ργικὰ ἔργα πάντα σ̣πίρων(*)
κατʼ ἔτος οἷς ἐὰν αἱρῶμαι πλὴν κνήκου. τὰ δὲ κατʼ ἔτος
20ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι ἐν τῇ κώμῃ ἐν
θησαυρῷ μέτρῳ ἕκτῳ θεοῦ Εὐημε̣ρ̣ί̣ας, τῶν κατʼ ἔτο(ς)
δημοσίων φολέτρων(*) καὶ ἐνοικίου θησαυροῦ ὄντων
πρός με τὸν Θέωνα. καὶ μετὰ τὸν χρόνον παραδώσω
τὸν κλῆρον, τὸ μὲν ἥμισυ <ἀπὸ συγκομιδῆς>(*) πυρῶ(*) καὶ ἄλλο τέταρ-
25τον ἀπὸ σπο̣ρᾶ̣ς γενῶν <ἀναπαυματικῶν>(*), τὸ δὲ λοιπὸν τέταρτον ἀπὸ
χόρτου βρώματος βοῶν. βεβαίωσις δέ μοι ἀπὸ δημο-
σίων, ἀμεταμίσθωτα καὶ ἀναυτού̣ργητα, ἐὰν φαίνηται
μισθῶσαί μοι ἐπὶ τοῖς προκιμένοις.
vac. ?
Θέων ὡ(ς) (ἐτῶν) ν ο(ὐλὴ) πήχ(ει) δεξιῷ
30ἐπιδέδ̣ωκα τὸ ἀναφόριον ἐπὶ πᾶσι τοῖς προκιμένοις κα̣θὼ(ς)
π̣[ρό]κιται. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι(*) γράμ-
μ̣[α]τα Ἡρακλείδ(ης) νομογ(ράφος) Εὐημε(ρίας). (ἔτους) ζ Αὐτοκράτορος Καίσαρος
Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικ(οῦ) Δακικοῦ μη(νὸς) Σεβαστοῦ θ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: sb.3.6296 [xml]
VI/VII spc ?
[Reprinted in: p.hamb.1.64] P.Hamb. 1 64