DDbDP transcription: chr.mitt.57 [xml]
AD 40-1 Arsinoite
[Reprinted from: p.lond.2.177] P.Lond. 2 177
Γαίωι Οὐιτρασίωι Πωλλίωνι
παρὰ Οὐερσενούφιος τ̣οῦ Μανρρήους τῶ̣[ν ἀπὸ κώ-]
μης̣ Βακχιάδος τῆς Ἡρα[κ]λείδου μερίδος τοῦ Ἀρσινοί[του]
νομοῦ βασιλικοῦ γεωργ[ο]ῦ. τῷ δ (ἔτει) Γα[ί]ο̣υ̣ Καίσαρο[ς]
5Αὐτοκράτορος Σεβαστοῦ τελευτήσαντος τοῦ προγε-
γραμμένου μου πατρὸς κατέλειψεν κατὰ δια-
θήκην τὰ ὑπάρχοντα αὐτοῦ ἐμοί τε καὶ τοῖς ἀδελ-
φοῖς μου Ὀρσενούφι καὶ Σισοΐ(*)τι καὶ Πετοβάστι
καὶ Μαρρῆτι καὶ τὰ ἐν τῆ̣ι̣ [οἰ]κίᾳ αὐτοῦ σκεύη τε κα[ὶ]
10ἕτερα τῇ μητρὶ ἡμῶν Ταον̣ν̣ώφρι ἐπὶ τὸν τῆς
ζωῆς αὐτῆς χρόνον. ἐν δὲ τῷ μετοξὺ(*) καὶ τῆς
μητρὸς ἡμῶν τελευτησάσης καὶ ἡμῶν ὀφει-
λόντων παραλαβεῖν τὰ ταύτης ὑπάρχοντα
ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ
15ἡ δὲ πρεσβυτερωτέρα ἡμ[ῶν] ἀδελφή, φερνισθεῖ[σα]
ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔτι ἀπὸ τοῦ λε (ἔτους) Καίσαρ[ος]
θεοῦ καὶ μηδενὸς αὐτῇ ἐπιβ̣αλλο̣υσης(*) τῶν
μητρικῶν(*) καὶ μητρικῶν ἀκολούθως τῇ τοῦ
πατρὸς ἡμῶν διαθήκῃ ἐτόλμησεν σὺν τ[ῷ]
20ἀνδρὶ αὐτῆς Πτ[ο]λεμαίῳ Ὡρ[ίω]ν̣ος {ἐτόλ-
μησεν} ἐξᾶραι τὰ πατρικὰ [ἡμ]ῶν(*) ἔπιπλα καὶ σκεύη
τὰ καταλελειμμένα ὑπὸ τ[οῦ πατ]ρὸς ἡμῶν τῇ μητρὶ
καὶ ἡμεῖν(*) ἐπιβαλλόντων εἰς λόγον ἀργ(υρίου) (δραχμῶν) Αφ. διὸ
ἀξιῶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην,
25ἐὰν φαίνηται, διαλαβεῖν ὅπως τύχω τῶν δ[ικαί-]
ων, ἵνʼ ὠεμεν εὐεργετημέν[οι](*). διευτ[ύχ]ει.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.lond.2.177-pg167-169 [xml]
ca. AD 14-5 Arsinoite
[Reprinted from: .] pg166-167
[Reprinted in: chr.mitt.57] MChr 57