DDbDP transcription: p.louvre.1.3 [xml]
AD 216 Soknopaiou Nesos
[Reprinted from: sb.1.6dupl] SB 1,6dupl; dupl. of BGU 1,322
1
Αὐρηλίῳ Καλβεισίῳ Μαξίμῳ (ἑκατοντάρ)χ(ῃ)
παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως
ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης̣
Σοκνοπαίου Νήσου τῆς Ἡρακλ(είδου) μερίδος.
5ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μ̣ο̣υ̣ Α̣ὐ̣ρ̣ηλ(ίου)
Τεσενούφεως γυναικὸς ἐ̣ν ἐποικίῳ Π̣ι̣σ̣ᾶι
λεγομ(ένῳ) τῆς Θεμίστου μερίδος ἐν ᾧ ἐσ̣τ̣ίν
μου τὰ εἰς διατροφὴν ἀπ̣[ο]κείμενα̣ σ̣ε̣ι̣τ̣ά
ρια(*). πρώην οὖν εἰς τ̣ὸν τόπον̣ ε̣ἰ̣[σ]ε̣λ̣θόν-
10των τῶν οἰκείων μου δι̣ὰ τὸ ἐ̣μ̣ὲ̣ ἐ̣ν̣ Ἀ̣-
λεξανδρείᾳ εἶναι οὐχ εὑ̣ρέ̣θ̣η̣ τ̣ὰ̣ [σ]ει-
τάρια(*) κεκουφισμένα. ἡ δὲ αἰ̣τία τ̣ῆ̣ς
κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴ[ο]υ̣ ὄν̣-
τος ἐκ τοῦ ποδώματος διατρη̣θ̣[έ]ν̣τος
15τὴν κακουργίαν γεγονέναι. διε̣λεγχό-
μενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ
αὐτῶν ἐπηρείας το[ῦτο γ]εγένηται
ὑπέσχοντο διά τε τ̣[οῦ] τῆς κώμης
ἀρχεφόδου καὶ διὰ [ἄλλ]ων δώ̣σειν
20εἰς τὸν λόγον τῆς κ̣λ̣[ο]π̣[ῆς] πυροῦ ἀρτ̣ά-
βας ἑπτά · ἀλλʼ ἐπεὶ τῇ μὲν ὑ̣ποσχέσει̣
συνεθετο(*), τῇ δὲ ἀποδόσει μέχρι ν[ῦ]ν
οὐχ ὑπήντησαν, ἀναγκαίως τὴν ἐπὶ
σὲ καταφυγὴν ποιοῦμαι καὶ ἀ̣ξ̣[ιῶ] ἀχ̣θῆ-
25ναι τ̣οὺς̣ ἐνκαλουμένους(*) Πανοῦφιν Στο-
τοήτεως καὶ Πακῦσιν Κάννειτο̣ς̣ π̣ρ̣ὸς τὸ
ἐκ τῆς σῆς ἐξουσίας δυνηθῆναί μ̣ε ἀντὶ
πλειόνων τῶν κλεπέντων(*) τὰς στα-
θείσας μοι πυροῦ ἀρτάβας ἑπτὰ̣ ἀπο-
30λαβε[ῖ]ν. διευτύχε̣ι. (hand 2) Αὐρη̣λ̣ιου(*)
Πακῦσις ἐπιδέδοκ̣α(*).
(hand 1) (ἔτους) κδ Μ̣[ά]ρ̣κου Αὐρηλίου Σεουήρ̣[ο]υ
Ἀντωνείνου Παρθικοῦ Μεγίστου Β̣ρ̣ε̣τανικοῦ(*)
Μετίστου Γερμανικοῦ Μεγίστου Ε[ὐ]σ̣ε̣βοῦς
35Σεβαστοῦ, Φαρμοῦθι ιβ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.