DDbDP transcription: p.amh.2.47 [xml]
113 BC Pathyris
r
ἔτους ε Ἁ[θὺρ (?) ̣ ̣, ἐν Παθύρει ἐφʼ Ἡ-]
λιοδώρου [ἀγο]ρ[ανόμου. ἐδάνεισεν]
Ναμεσῆσις Σπεμμίνιος Περσίνη
Πατσεοῦτι Σαλῆτος Πέρσῃ τῆς ἐπ(ιγονῆς)
5πυροῦ ἀρτάβας δέκα δύο ἄτοκα.
τὸ δὲ δάνειον τοῦτο ἀποδότωι(*)
ὁ δεδανεισμένος Ναμεσήσει
ἐμ(*) μ(ηνὶ) Παχὼν α(*) τοῦ αὐτοῦ ἔτους (πυρὸν)
νέον καθαρὸν ἄδολον μέ(τρῳ) ὧι καὶ παρ-
10είληφεν ἀπ[ο]καθεσταμένον εἰς οἶκον
πρὸς αὐτὴν ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ
μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι
ἀποτεισάτω παραχρῆ(μα) ἡμιόλιον τὴν
ἐσομένην ἐν τῆι ἀγοραῖ τιμήν, ἡ δὲ
15πρᾶξις ἔστωι(*) Ναμεσήσει ἐκ τοῦ
Πατσεοῦτος καὶ ἐκ τῶν ὑπαρχόν-
των αὐτῶι πάντων καθάπερ ἐγ(*) δίκης.
——
Ἡλιόδω(ρος) κεχρη(μάτικα). v
Ναμοσῆ(σις) Πατσεοῦ(τι) Σαλῆτος,
20(πυροῦ) ἀρ(τάβαι) ιβ.
ἔτους ε Ἁ[θὺρ (?) ̣ ̣, ἐν Παθύρει ἐφʼ Ἡ-]
λιοδώρου [ἀγο]ρ[ανόμου. ἐδάνεισεν]
Ναμεσῆσις Σπεμμίνιος Περσίνη
Πατσεοῦτι Σαλῆτος Πέρσῃ τῆς ἐπ(ιγονῆς)
5πυροῦ ἀρτάβας δέκα δύο ἄτοκα.
τὸ δὲ δάνειον τοῦτο ἀποδότωι(*)
ὁ δεδανεισμένος Ναμεσήσει
ἐμ(*) μ(ηνὶ) Παχὼν α(*) τοῦ αὐτοῦ ἔτους (πυρὸν)
νέον καθαρὸν ἄδολον μέ(τρῳ) ὧι καὶ παρ-
10είληφεν ἀπ[ο]καθεσταμένον εἰς οἶκον
πρὸς αὐτὴν ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ
μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι
ἀποτεισάτω παραχρῆ(μα) ἡμιόλιον τὴν
ἐσομένην ἐν τῆι ἀγοραῖ τιμήν, ἡ δὲ
15πρᾶξις ἔστωι(*) Ναμεσήσει ἐκ τοῦ
Πατσεοῦτος καὶ ἐκ τῶν ὑπαρχόν-
των αὐτῶι πάντων καθάπερ ἐγ(*) δίκης.
——
Ἡλιόδω(ρος) κεχρη(μάτικα). v
Ναμοσῆ(σις) Πατσεοῦ(τι) Σαλῆτος,
20(πυροῦ) ἀρ(τάβαι) ιβ.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.