DDbDP transcription: p.mil.vogl.4.229 [xml]
ca. AD 140 Tebtynis
Τιβερίωι Κλαύδιωι Σερήνωι
ἱερεῖ ἀρχιδικαστῆι
παρὰ Διογενοῦς τοῦ Χρατίωνος τῶν ἀπὸ
κώμης Τεπτύν[ε]ως τοῦ Ἀρσινοείτου· ἐν διαφ[ο]ρᾷ ὢν
5πρὸς τὴν γυναῖκ[ά] μ[ο]υ, οὖσαν καὶ ἀδελφήν, ἐσυλήθη[ν]
τῶν̣ ἐ̣ν τῇ [ο]ἰ̣κ̣ί̣ᾳ̣ μ̣ο̣υ̣ ὑ̣πὸ ληστηρίου ἐκπεφορημ[έ]νων̣
με[τὰ] ταῦτα κ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ε ̣α ̣[ ̣] ̣ ̣[- ca.9 -] ̣ ̣ ̣
τ̣α ̣ε ̣ ̣ ̣ ̣ο[- ca.9 -] ̣πτολε̣μ̣α̣[ ̣ ̣] ̣ο ̣[ ̣ ̣ ̣] ̣ ̣[ ̣ ̣ ̣] ̣ω[ -ca.?- ]
ἑαυτῆς ἀδε[λ]φω[ ̣ ̣ ̣ ̣] ̣εκτο[ ̣ ̣]ν̣τα[ ̣] ̣σ ̣[ ̣] ̣ηθ̣[ ̣ ̣ ̣] ̣ς
10οἰκίας ἕτερον ἔσ̣χ̣ε̣ν υἱὸν ἀφήλικα· ἀνελθόντος δὲ
μοῦ ἀπὸ Ἀλεξανδρείας ἡ προγεγραμμένη μου θυγάτη[ρ]
Πτολέμα, συνεργήσασα τῇ μητρὶ αὐτῆς ἠρνή[σατο -ca.?- ]
ἃ παρεθέμην αὐτῇ· ὡσαύτως δὲ καὶ ἡ μήτηρ αὐτῆς
ἃ ἔχω ἐπʼ ὀνόματος αὐτῆς χρέα καὶ ὑπάρχοντα καὶ
15ἄλ[λ]α ἐπείρασεν ἀποστερέσαι· αἰτουμένης δὲ τῆς
Πτολέμας περιλυθῆναι αὐτῆς τὸν γάμον ὑπὲρ τοῦ
ἀπενέγκ[ασ]θαι τὰ ἐμὰ καὶ διασπαθῆσαι, ἦλθον ἐπὶ
Αἴλιον Νουμισιανὸν στρατηγὸν τοῦ Ἀρσινοείτου, ἐφʼ οὗ
ἔνια ὡμολογήθη ὅθεν ἐξουσίαν ἔχων τῆς θυγατρὸς
20κατὰ τοὺς ν̣ό̣μ̣[ους] ἀξιῶ̣ [σ]ε̣, κύριε, ἐάν σοι δόξῃ, γράψαι
τῷ αὐ[τ]ῷ στρατηγῷ [Αἰλ]ίῳ Νουμισιανῷ
πρὸ τῆς τοῦ γάμου περ[ι]λύσεως τὴν ἐξέτασιν
τῶν λοιπῶν ποιήσασθαι· καὶ τῷ δὲ γενομένῳ
ἐπιστρατήγῳ Ἰουλίῳ Πετρωνιανῷ διὰ βιβλει-
25δίου(*) ἐνέτυχον, [ὃ]ς ὑπέγραψεν τὸν αὐτὸν στρατηγὸ̣ν̣
πέρας ἐπιθεῖναι τῷ πράγμα[τ]ι· ἐπεὶ οὖν, ἐπ̣[ι]γνοῦσαι
αἱ ἀντί[δικοι τ]οῦτο, ἐπί [σ]ε κατῆ̣λ̣θ̣[ο]ν ο[ἰό]μεναι
δύν̣[ασθαι π]αραλογίσασθαι, ἀνα[φέ]ρ̣ω̣ [σ]οι ἵνʼ εἰ-
δῇς [καὶ ἀναγκαί]ως ἀξιῶ σε τῷ [στρατηγῷ γρά]ψαι
30ἵνʼ [ὦ βεβοηθημέ]νος· vac. ?

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.