DDbDP transcription: p.sakaon.31 [xml]
AD 280-1 Theadelphia
[Reprinted from: .] PThead15
ἔτ[ο]υς ϛ τοῦ κυ̣[ρίο]υ ἡμῶν Μάρκ[ο]υ Αὐρηλίο[υ Π]ρόβου Σεβα[στοῦ, ἐν τῷ Ἀρσι-]
νοΐτῃ, πρὸ βήματος.
Ἰσίδωρος ἀπὸ συνηγοριῶν εἶ(πεν)· Ἄρτεμις ἐντυγχάνει δύο μηνῶν κ ̣[ -3-4- ]ν̣η καὶ
οἱ παῖδες οἱ ἀφήλικες προσεδρεύουσίν σου τῷ δικαστηρίῳ. προ[σ]εδρεύου-
5σιν δὲ ἐκ κελεύσεως τοῦ διασημοτάτο[υ] ἡγεμόνος, ἀναπέμψαντος
τὸ πρᾶγμα ἐπὶ σέ, ἵνα τὴν βίαν κωλύσῃς. τὴν δὲ βίαν πολλάκις παρεθέ-
μεθα διὰ τῶν σῶν ὑπομνημάτων. Συρίων γὰρ μετὰ θάνατον
τοῦ πατρὸς τῶν παίδων ἐποφθαλμιάσας τοῖς θρέμμασιν τοῖς ὑπὸ
τοῦ πατρὸς αὐτῶν καταλιφθεῖσιν(*), ποιμὴν γὰρ ἐτύγχανεν, ἑξήκον-
10τα ὄντα τὸν ἀριθμὸν ἥρπασεν(*). καὶ σὺ ἀγανακτή̣σας ἐκέλευσας
αὐτῷ τῷ Συρίωνι παραστῆσαι τοὺς ποιμένας μεθʼ [ὧ]ν ἐποίμαινεν ὁ τῶν
παίδων πατὴρ καὶ Αὐνῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ, ἵ[νʼ] οὕτως μηδεμιᾶς
ἀμφισβητήσεως οὔσης ἀποκατασταθῇ τοῖς παιδίοις τὰ πρόβατα. ἀλλʼ ὅρα τί
διαπράττεται Συρίων· ἀντιπράττει τοῖς ὑπὸ σοῦ̣ κελευσθεῖ̣σιν καὶ
15τοῖς ὑπὸ τῆς ἡγεμονίας. καὶ διὰ τοῦτο καὶ νῦν μαρτυρόμεθα ὅπως ἤδη ποτὲ κε-
λεύσῃς αὐτὸν(*) ἀχθῆναι καὶ ἀποδοῦναι τοῖς παιδίοις ἃ ἥρπασεν. / ὁ ἐπί-
τροπος εἶ(πεν)· ἐπειδὴ Συρίων εἰς τὰ ἀναγκαιότερα τὰ τῷ ταμείῳ(*) διαφέ-
ροντα ἀπέσταλται, ὁσονουδέπω ἐπανελθὼν ἀποκριθήσεται πρὸς τὰ
ἐπιφερόμενα αὐτῷ. Ἰσίδωρος ἀπὸ συνηγοριῶν εἶ(πεν)· ἐὰν οὖν φυγοδικήσῃ;
20/ Αὐρήλιος Ἡρακλείδη[ς ὁ] κρά(τιστος) ἐπιστρά(τηγος) εἶ(πεν)· ἐντευχθεὶς ὅρον δώσω.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.