DDbDP transcription: p.sakaon.60 [xml]
AD 306 Thead<Arsinoiton Polis, Krokodilopolis, Ptolemais Euergetis
[Reprinted from: .] PThead1
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκρατόρων Καισάρων Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου
Οὐαλερίου Μαξιμιανοῦ \Γερμ(ανικῶν) <μεγίστων>/, Σαρματικῶν μεγί[σ]των, Περσικῶν μεγίστων,
Βριττανικῶν μεγίστων, Καρπικῶν
μεγίστων, Εὐσεβῶν, Εὐτυχῶν, Σεβαστῶν, καὶ ἔτους δευτέρου τῶν κυρίων ἡμῶν Σευήρου(*) καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων, ὑπατίας(*) τῶν κυρίων ἡμῶν Κωνσταντίου
καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ, μηνὸς Γορπιαίου Ἐπεὶφ α, ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Αὐ̣ρηλία Τιτανιανὴ Φιλαδέλφου(*) μητρὸς Ἁρποκρατιαί-
νης ἀπὸ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων ὡς (ἐτῶν) μβ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, χωρὶς κυρίου χρημ(ατίζουσα) τέκνων δικαίῳ, Αὐρηλίᾳ Ἀρτέμιτι Παησίου μητρὸς Ἡρῶτος ἀπὸ κώμης
5Θε̣αδελφίας, καὶ αὐτῇ ὁμοίως χωρὶς κυρίου χρημ(ατιζούσῃ) τέκνων δικαίῳ, πεπρακέναι τὴν ὁμολογοῦσαν Τιτανιανὴν τῇ Ἀρτέμιτι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ
ἀγοραστὴν κατὰ δημόσιον χρηματισμ[ὸ]ν τελειωθέντ̣α διά τε τοῦ ἐνθάδε μνημονίου καὶ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης τῷ δ (ἔτει) τῆς Πρόβου βασιλείας μηνὶ Μεχεὶρ ιβ παρὰ Αὐρηλίας
Ἀμμωναρίου Διδύμου μητρὸς Ἡρακλοῦτος ἀπὸ ἀμφόδου Θαραπίας, χωρὶς κυρίου χρημ(ατιζούσης) τέκνων δικαίῳ, ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Θηβαίων οἰκίαν σὺν χρηστηρίοις ἐπὶ τοῖς οὖσι
αὐτῆς μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τίχαισι(*) καὶ φωσφορίαις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι, κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρει(*) νῦν συνήθειαν, ἧς
γείτονε̣ς̣, καθὼς ὁ προκείμενος χρηματ[ισ]μὸς περιέχει, νότου πρότερον Ἀμμωνίου νυνὶ δὲ ⟦ζ⟧ Ζωΐλου γυμ(νασιαρχ ) αὐλή, βορρᾶ πρότερον Δείου καὶ Πτολλαρίωνος νυνὶ δὲ τοῦ αὐτοῦ Ζωίλο[υ]
10οἰκία̣, ἀ̣πηλιώτου ῥύμη βασιλικὴ διʼ ἧς εἴσ̣ο̣δ̣ο[ς] καὶ ἔξοδος τῆς οἰκίας, λιβὸς τοῦ αὐτοῦ Ζωΐλου αὐλή, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Τιτανιανὴν παρὰ τῆς Ἀρτέμιτος τὰ συμπε-
φωνη[μ]ένα τῆς τιμῆς ἀργυρίου τάλαντα δέκα ἐκ πλήρους διὰ χειρός, καὶ βεβαιώσιν(*) αὐτήν τε τὴν ὁμολογοῦσαν Τιτανιανὴν καὶ τοὺς παρʼ αὐτῆς τῇ ἀγοραστρείᾳ(*) Ἀρτέμιτι καὶ τοῖς
παρʼ αὐτῆς τὰ κατὰ τὴν πρᾶσιν τῆς προκειμένης οἰκίας σὺν χρηστηρίοις πάσῃ βεβαιώσι(*), ἣν καὶ παρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνιστον(*) καὶ καθαρὰν ἀπὸ παν-
τὸς ὀφε̣[ι]λήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ ἀπὸ τοῦ νῦν τὴν Ἄρτεμιν κρατεῖν ταύτης καὶ κυριεύειν, καὶ τὰ περιγεινόμενα ἐξ αὐτῆς
εἰς τὸ ἴδ̣ιον αὐτὴν ἀποφέρεσθαι, καὶ διοικῖν(*) καὶ οἰκονομῖν(*) περὶ αὐτῆς ὡς ἐὰν αἱρῆται, ἐφʼ ἣν καὶ ἐπιπορεύεσθαι τὴν ὁμολογοῦσαν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς μηδένα κατὰ
15μηδέ̣ν̣α τρόπον, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον καθʼ ὅντινα οὖν τρόπον ἀποστήσιν(*) αὐτὴν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν(*), ἔτι καὶ προσεκτίσιν(*) τὴν τιμὴν
μεθ̣ʼ ἡ̣μ̣ιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώ̣ματα διπλᾶ, χωρὶς τ[ο]ῦ μένιν(*) κύρια καὶ τὰ προγεγραμμένα· καὶ περὶ δὲ τὰ ταῦτα οὔτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτησαντες(*) ἀλλας(*)
ὡμο[λό]γ̣ησαν. (hand 2) Αὐρηλία Τιται(*)ανὴ Φιλαδέλφου χωρὶς κυρίου χρηματίζοσα(*) ὁμολογῶ πεπρακαίναι(*) τὴν ὑπάρχουσάν μοι ἐπʼ ἀνφόδου(*) Θηβαίον(*) οἰκία̣[ν]
[σὺν χρ]ηστηρίοις, ἧς(*) αἱ γε̣υτνίαι(*) προκιται(*), καὶ ἀπέσχον τὰ τῆς τιμῆς τάλαντα δέκα πλήρης διὰ χιρος(*) καὶ βεβαιο(*) πασιν(*) <βεβαιώσει> ὡς πρόκιται(*)· καὶ ἐπερω̣-
τ̣[ηθεντ]ε̣ς(*) ὡμολογεσαν(*). Αὐρήλ[ι]ος Τευεῖς Ἰσχυρίονο̣<ς> ἔγγραψα(*) ὑπὲρ τῆς μητρό<ς> μου ἀγγραμμάτου(*). (hand 3) Αὐρηλία Ἄρτεμις χωρὶς κυρίου χρηματίζουσα· γέγονεν εἴ[ς με] ἡ πρᾶ̣σ[ι]ς τῆς οἰκίας ὡς πρόκιται̣. Αὐρήλιος Πλουτάμμων Διδύμου ἔγραψα ὑπὲρ αὐτου(*) ἀγραμμάτου.
^ 2. l. Σεουήρου
^ 2. l. ὑπατείας
^ 3. corr. ex φιλαφελφου
^ 8. l. τείχεσι
^ 8. l. μέχρι
^ 11. l. βεβαιώσειν
^ 11. l. ἀγοραστρίᾳ
^ 12. l. βεβαιώσει
^ 12. l. ἀνεπιδάνειστον
^ 14. l. διοικεῖν
^ 14. l. οἰκονομεῖν
^ 15. l. ἀποστήσειν
^ 15. l. δαπανήμασειν
^ 15. l. προσεκτείσειν
^ 16. l. μένειν
^ 16. l. ἐπερωτήσασαι
^ 16. l. ἀλλ<ήλ>ας
^ 17. τιταϊανη papyrus
^ 17. l. χρηματίζουσα
^ 17. l. πεπρακέναι
^ 17. l. ἀμφόδου
^ 17. l. Θηβαίων
^ 18. corr. ex
^ 18. l. γειτνίαι
^ 18. l. πρόκεινται
^ 18. l. χειρὸς
^ 18. l. βεβαιῶ
^ 18. l. πάσῃ
^ 18. corr. ex προκιναι
^ 18-19. l. ἐπερω|τηθεῖσα
^ 19. l. ὡμολόγησα
^ 19. l. ἔγραψα
^ 19. l. ἀγραμμάτου
^ 19. l. αὐτῆς

Apparatus
^ 2. l. Σεουήρου
^ 2. l. ὑπατείας
^ 3. corr. ex φιλαφελφου
^ 8. l. τείχεσι
^ 8. l. μέχρι
^ 11. l. βεβαιώσειν
^ 11. l. ἀγοραστρίᾳ
^ 12. l. βεβαιώσει
^ 12. l. ἀνεπιδάνειστον
^ 14. l. διοικεῖν
^ 14. l. οἰκονομεῖν
^ 15. l. ἀποστήσειν
^ 15. l. δαπανήμασειν
^ 15. l. προσεκτείσειν
^ 16. l. μένειν
^ 16. l. ἐπερωτήσασαι
^ 16. l. ἀλλ<ήλ>ας
^ 17. τιταϊανη papyrus
^ 17. l. χρηματίζουσα
^ 17. l. πεπρακέναι
^ 17. l. ἀμφόδου
^ 17. l. Θηβαίων
^ 18. corr. ex
^ 18. l. γειτνίαι
^ 18. l. πρόκεινται
^ 18. l. χειρὸς
^ 18. l. βεβαιῶ
^ 18. l. πάσῃ
^ 18. corr. ex προκιναι
^ 18-19. l. ἐπερω|τηθεῖσα
^ 19. l. ὡμολόγησα
^ 19. l. ἔγραψα
^ 19. l. ἀγραμμάτου
^ 19. l. αὐτῆς
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.