DDbDP transcription: p.gen.2.1.20 [xml]
109 BC Pathyris
[Reprinted from: p.gen.1.20] P.Gen. 1,20; P.Batav. 7B
ἔτους η Μεχεὶρ β, ἐπὶ Σώσου ἀγορανόμου.
ὁμολογεῖ Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν
μισθοφόρων ἱππέων {\ὁμολογῶ/} ἔχειν παρὰ Ναομσήσιος
τῆς Σπεμμίνιος εἰς λύτρα τετάρτ̣ης μερίδος
5γῆς ἠπείρου σιτοφόρου ἐν τῆι κάτω τοπαρ-
χίαι τοῦ Λατοπολίτου, ἣν ἐωνήσατο
ἐγ̣(*) βασιλικοῦ ἐν τῶι ε (ἔτει) πρὸς τὰ ταύτης ἐ[κ]φ̣[ό-]
ρια, καὶ λαβὼν τὴν εἰθισμένην διαγραφὴν
ἐπικεχωρηκέναι ταύτηι τὴν ἑαυτης(*) δ
10μερίδα, ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολο-
γή̣σατο ἀπέχειν̣ καὶ μὴ ἐπικαλεῖν
Ναομσήσει μηδʼ ἄλλωι μηθενὶ περὶ τῆς
τετάρτης μερίδος τῆς γῆς· εἰ δὲ μή, ἥ τʼ ἔ-
φοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω,
15καὶ προσαποτισάτω ἐπίτιμον παραχρῆμα
χαλκοῦ (τάλαντα) ε καὶ ἱερὰς τοῖς βασιλεῦσ[ι] ἀργυ(ρίου)
ἐπισήμου (δραχμὰς) ρ, καὶ μηθὲν δʼ ἧσσο[ν ἐπά-]
ναγκον αὐτῷ <ἔστω> ποιεῖν κατὰ τὰ προγεγρ(αμμένα).
Ἀμμώνιος ὁ παρὰ Σώ(σου) κεχρη(μάτικα).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.