DDbDP transcription: psi.10.1100 [xml]
AD 161 Arsinoite
[ἐξ] ὑπομνηματισμῶν Οὐη̣[δ]ί̣ου̣ Φ̣α[ύ]στου̣ τ[οῦ] κρατίστου ἐπι̣στρατ[ήγου],
[με]θʼ ἕτερα· Φαῦστος σκε̣ψ̣άμενος μετὰ τῶ̣ν συνεδρευόντων Ἁρποκρα̣-
[τίω]νι στρατηγῶι̣ Θεμίστου καὶ Πολέμωνος μερίδω(ν) εἶπεν· κατὰ τὰ ὑ(*)πʼ ἐμο[ῦ]
[ἐξ]ε̣τασθέντα καὶ τὰ ὑ(*)πὸ τοῦ λαμπροτάτου ἡγεμόνος κελευσθέντα δεή-
5[σει] ἀ̣φικέσθαι πρὸς τὴν αὐτοῦ διάγνωσιν, ὧ̣ι δηλόσω(*) πάντα τὰ ἐπʼ ἐμοῦ πε-
[πρα]γ̣μένα. ἔσοντε(*) δὲ ἐφʼ ἱκανῷ κατελευσόμενοι πρὸς τὴν διάγνωσιν ὅ τ[ε]
νομοφύλαξ Δῖος καὶ οἱ συν̣π̣αραλαβόντες τὸν Ἁρφαῆσιν Δημήτριος καὶ Ἐπίμ[α-]
χος, ἔτι δὲ καὶ οἱ παλαιστροφύλακες Ἡρακλείδης καὶ Μύσθης. Δῖος ν[ο-]
μοφ̣ύλαξ εἶπεν· καὶ Ἑρμείας καὶ Δῖος μαχεροφόροι(*) συνπαρέλαβαν(*) ἡμεῖν(*) τὸ[ν]
10Ἁρπαῆσι(ν). Φαῦστος ἐκέλευσεν αὐτοὺς κληθῆναι, καὶ μὴ ὑπακουσάντων̣
Φαῦστος εἶπεν· ἐὰν μὴ παρ̣α̣τ̣ύ̣χ̣ωσιν, τὸ ἀκόλουθον ἔσται, δώσι(*) δὲ καὶ Ἄρειος
ὁ γρα(μματεὺς) Ἁρποκρατίωνος τοῦ στρατηγοῦ ἱκανόν, μέχρις ἂν εὑρεθῇ ⟦ο̣⟧ Ἁρποκρᾶς̣
ὁ ὑ(*)πηρέτης· κἀκεῖνος(*) γὰρ ἀναγκαῖός ἐστιν. Ἁρποκρατίων στρατηγὸς
εἶπεν· ϙβ πυροῦ ἐν θησαυροῖς ἔχω καὶ κριθῆς ι̣θ̣ 𐅵 καὶ φακοῦ η\α/ καὶ
15πρὸς καὶ ἄλλα γένηι(*), ἡ δὲ ἐκμέτρησις τούτων ἐμοὶ διαφέρει. καὶ ὑ(*)φορο͂μ[α]ι(*)
μὴ ἐπὶ πιριγραφῇ(*) τῇ ἐμῇ ταῦ̣τ̣α β̣α̣σ̣τ̣α̣χ̣θῇ καὶ παραπόληται τῷ ταμί[ῳ].
Φαῦστος ἐπύθετο· ὑ(*)πὸ τίνος βασταχθ̣[ῇ]; ἀπεκρίνατο· ὑπὸ τῶν σιτ[ο-]
λόγων καὶ τῶν ἄλλων. ἐὰν οὖν σο̣[ι] δοκ[ῆι], κ̣ατάστησόν τινας ἐπακολουθ[οῦν-]
τας. Φαῦστος εἶπεν̣· [ ̣ ̣ ̣] ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣]χ̣ρ ̣ ̣ ̣α ̣επραξ ̣ ̣ περ̣ὶ τ̣ούτων;
20ἀπεκρίνατο· οὐκ ἀναπ̣α̣ύ̣σ̣[ομαι(?) πράσσων κ(?)]α̣τ[ὰ] καιρὸν τοῦτον ἄ̣χρ̣[ι]
τ̣α̣ῦ̣τα διοικηθῇ. Φαῦστος ἐπύθετο· πόσου χρόνου δεῖ εἰς τὴν ἐκ-
μέτρησιν; ἀπεκρίνατο· ὁ μὲν λαμπρότατος ἡγεμὼν ἐκέλευσεν
ἐν λ ἡμέραις γενέσθαι, π̣[ρ]ὸ̣ς̣ δ̣ὲ κ̣[αὶ] ἄλλων χρέα(*) ἔστε(*). Φαῦσ̣-
τος εἶπεν· ὡς προεῖπον, πάντα ταῦτα δηλόσω(*) τῷ λαμπροτάτῳ
25ἡγεμόνι· καὶ τοῦτο ὁμοίως δηλόσω(*), ὅπαρ(*) ἐστί, ἀναγκαιωτάτην(*) εἶναι
τὴν ἐκμέτρησιν, ἵ(*)νʼ ὃ ἐὰν αὐτῷ δόξῃ κελεύσῃ γενέσθαι. Ἁρπο-
κρατίων στρατηγὸς εἶπεν· ἐν το̣σ̣ούτῳ οὖν κελεύεις με μένιν(*);
Φαῦστος εἶπεν· περίμειν\ε/(*) οἷα δεῖ πράττων· γράψω γὰρ αὐτῷ,
ἵνʼ, ἐὰν θέλῃ εὐθύς σε ἥκειν, δηλώσι(*) μοι.
30(ἔτους) β Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, μηνὸ<ς> Ἁδριανοῦ κη.
^ 3. ϋπʼ papyrus
^ 4. ϋπο papyrus
^ 5. l. δηλώσω
^ 6. l. ἔσονται
^ 9. l. μαχαιροφόροι
^ 9. l. συμπαρέλαβον
^ 9. l. ἡμῖν
^ 11. l. δώσει
^ 13. ϋπηρετησ papyrus
^ 13. l. καὶ ἐκεῖνος
^ 15. l. γένη
^ 15. l. ὑφορῶμ[α]ι : ϋφορο͂μ[α]ι papyrus
^ 16. l. περιγραφῇ
^ 17. ϋπο papyrus
^ 23. l. χρεία
^ 23. l. ἔσται
^ 24. l. δηλώσω
^ 25. l. δηλώσω
^ 25. l. ὅπερ
^ 25. l. ἀναγκαιοτάτην
^ 26. ϊνʼ papyrus
^ 27. l. μένειν
^ 28. l. περίμενε
^ 29. l. δηλώσῃ

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.