DDbDP transcription: psi.13.1324 [xml]
173AD Arsinoiton Polis, Krokodilopolis, Ptolemais Euergetis
[Reprinted from: sb.6.9369] SB6,9369
(hand 5) Θὼθ λ. ὁμολ(ογία) Παβοῦτος καὶ ἑτ(έρων) πρὸς Πανομγέα.
(hand 1) ἔτους τεσσαρεσκαιδ̣εκάτου Αὐτοκ[ράτ]ορο̣ς Καίσα[ρ]ος Μάρκο̣υ̣
Αὐρηλίου Ἀντωνε̣ί̣ν̣ου Σεβαστοῦ Ἀρμενιακοῦ(*) Μηδικοῦ
Παρθικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Σεβαστοῦ
5Θὼθ λ, ἐν Πτολεμαίδ̣ι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογοῦσι Παβοῦς ὡς ἐτῶν τριάκοντα
λευκὸν ὀφθαλμῷ ἀριστερῷ καὶ Πανομγεῦς ὡς ἐτῶν
εἰκοσιεπτὰ ἄσημος καὶ Ὀννῶφρις ὡς ἐτῶν εἴκοσι ἄση-
μος καὶ Σεγάθιος ὡς ἐτῶν δεκαπέντε ἄσημος οἱ τέσ-
10σαρες Ἁρπαγάθου τοῦ [Σατα]βοῦτος ἀπὸ κώμης Σοκνοπαί(ου)
Νήσου ἱερεῖς καὶ ἱέρεια Πανομγεῦτι Ἁρπαγάθου τοῦ Σατα-
βοῦτος ὡς ἐτῶν ἑξηκονταπέντε οὐλὴ ὀφρύει(*) δεξ̣ι̣ᾷ̣
ἀ̣π̣έ̣χειν παρὰ αὐτοῦ τοὺς ὁμολογοῦντας ἀργυρίου δραχμὰς
ἑκατὸν τριακονταὲξ παραχρῆμα διὰ χειρὸς ἃς ὤ-
15φειλεν ὁ Πανομγεῦς τῷ προγεγραμμένῳ αὐτῶν πα-
τρὶ Ἁρπαγάθι(*) τε[τελ]ευτη̣κ̣ότι καθʼ ὁμολογίαν τελειω[θεῖ-]
σαν διὰ γραφείου κώμης Καρανίδος τῷ τρίτῳ καὶ εἰ-
κοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου μηνὶ Ἁδριανῷ,
ἣν καὶ ἀναδέδωκαν αὐτῷ τὴν ὁμολογίαν εἰς ἀθέ-
20τησιν καὶ ἀκύρωσιν καὶ μηδὲν τοὺς ὁμολογοῦντας ἐ[γκα-]
λεῖν περὶ ὧν ἀπέχουσι ὡς πρόκειται μήτε περὶ τόκων
αὐτῶν μήτε περὶ μηδενὸς ἐγγράπτου ἢ ἀγρά[φου] ἀπὸ
τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσ[ης] ἡμέ-
ρας τρόπῳ μηδενί. ὑπογραφεὺς ὁ εἰς αὐτοὺς
25Παβοῦς ὁ προγεγραμμένος.
(hand 2) Παβοῦς κ(αὶ) Πανομγεῦς κ(αὶ) Ὀννῶφρις κ(αὶ) Σεγάθιος οἱ τέ[σσα]ρ̣[ες]
Ἁρπαγάθου ἡ μὲν Σεγάθιος μετὰ κυρίου ἐμοῦ Παβοῦτος
ὁμολογοῦμεν ἀπέχειν παρὰ τοῦ Πανομγεῦς(*) τὰς το[ῦ]
ἀργυρίου δραχμὰς ἑκατὸν τριακονταὲξ κ(αὶ) τοὺ[ς] τόκο̣υ̣ς κ(αὶ) [οὐ-]
30δὲν ἀπαιτοῦμεν ὡς πρόκειτ(αι). Παβοῦς ἔγραψα ὑπὲρ τοῦ Ὀν-
νωφρις(*) καὶ τῆς Σεγάθιος ἀγραμμάτων. (hand 3) Πανομγέως(*) Ἁρπ[α-]
γάθου συναπέχω ⟦ ̣ς⟧ ὡς πρόχειται(*). (hand 4) Πανομγέως(*)
Ἁρπαγάθου γέγονε εἴς με ἡ ἀποχὴ ὡς πρό̣κ̣ειται.
Τεσενοῦφις Τεσενούφεως ἔγραψα ὑπὲρ αὐτοῦ
35ἀγραμμάτου.
(hand 5) κατεχω(ρίσθη) ιδ (ἔτους) Θὼθ λ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.