DDbDP transcription: sb.1.4416 [xml]
AD 158/9 Arsinoite
Θεοδώρωι στρ(ατηγῶι) Ἀρσι(νοείτου) Ἡρακλείδου
μερίδος
παρὰ Πτολεμαίου Σωκράτους καὶ
Ἁρπάλου Ἀσκλᾶ καὶ τῶν λοιπῶν
5ἐπιτηρητ(ῶν) γενη(ματογραφουμένων) ὑπαρχόντων διοικ(ήσεως)
κώμης Καρανίδος. ἐνεστώσης ἡμεῖν(*)
ἀμφισβητήσεως πρὸς Ἡρακλῆν
\καὶ Ἡρώδην/ βοηθοὺς(*) ἐπισκεπτῶν ἐλαικῶν καρ(πῶν)
κ (ἔτους) περὶ ὧν παρέγραψαν ὑπαρχόν-
10τῶν ἐν τῇ ἐπιτηρήσει ⟦ἄφορα ἐν⟧ \παρὰ τὴν οὖσαν/
\αὐτῶν διάθεσιν ⟦τὰ ἄφορα⟧/ ⟦φορίμοις ἀναγραψάμενοι ἐπʼ ἀργυρισ⟧-
⟦μῶι κ⟧ καὶ τὰ κελευσθέντα
ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπ(ρωνίου)
Λιβερᾶλις τὰ ἄφο(ρα) \διὰ τὴν̣ γενο(μένην) λιψυδρείαν/ ⟦ἐν φορίμοις ἀναγρα⟧-
15⟦ψάμενοι⟧ ἐκ τοῦ πλείστου ἀναξηράναντα, ἃ̣
ἐν φορίμοις ἀναγραψάμενοι, καὶ πε̣ρὶ ὧν
παρὰ ἑτέρων ἐπικρατούντων ἐνίω̣ν̣
ὑπαρχόντων τῆς α(ὐτῆς) ἐπιτηρήσεως
μᾶλλον φορίμων ὄντων ἀργυρι-
20σάμενοι ἐν ἀφόροις διέστειλα̣ν καὶ τῶν
κατʼ αὐτοὺς δεομένων ὑπὸ τοῦ λαμπροτά-
του ἡγεμόνος ⟦Σεμπ(ρωνίου) Λιβερᾶλις⟧. διὰ το̣ῦ̣(το)
ἀξιοῦμεν(*) του(*) τὸ ἴσον ⟦τῶν⟧ διʼ ἑνὸς τῶν περί
σε ὑπηρετῶν μεταδοθῆναι αὐτοῖς,
25ἵνʼ ἔχοντες ἔ̣ν̣γ̣ρα(πτον) [παραγ]γελείαν(*) παρα-
γένωνται ε̣[ἰς τὸ ἱερώ]τατον αὐτοῦ
βῆμα, ὅπ[ου ἐὰν τὸν τοῦ] νομοῦ διαλο-
γισμὸν ἢ δι[καιοδοσίαν] π̣ο̣ι̣ήσηται,
ἀρκουμένων ἡμῶν τῇδε τῇ διαστολ(ῇ).
30ο̣̣͂ ̣ ̣ ̣ ̣

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.