DDbDP transcription: p.cair.zen.5.59805 [xml]
257 BC Philadelphia
r
Ἀμύντας Κρίτωνι χαίρειν. Χαρμῖνος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν Ἡρακ[λείδου]
υἱὸς τοῦ ἐκ τῆς ἱερᾶς πρωιρέως, ἀφέσταλται(*) δὲ ὑπό τε τοῦ πατρὸς καὶ τῶν λοιπῶν τ[ῶν τὴν]
δωρεὰν ἐχόντων κομιούμενος. χαριεῖ δή μοι σπουδάσας τε ὅπως ὅ τι τάχος λάβηι καὶ ἐὰ[ν κατα-]
πλῆι πλοῖον ἐπιβιβάσας αὐτόν· ἔστι γὰρ ἄπειρος· εἰ δὲ μή, τό γε κερμάτιον λαβὼν παρʼ αὐτ[οῦ]
5ἐσφραγισμένον καὶ ἀποστείλας πρὸς ἡμᾶς, ἵνʼ ἀποδῶμεν ἡμεῖς αὐτοῖς.
ἔρρωσο. v
Ἀμύντου περὶ Χαρμίνου. Κρίτωνι.
(ἔτους) κη, Περιτίου ε,
ἐν τῶι Βερενίκης ὅρμωι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.