DDbDP transcription: p.cair.zen.5.59823 [xml]
253 BC Philadelphia
r
Προμηθίων Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τοῦ κηροῦ ὅτι
καθίσταται τὸ τά(λαντον) α σὺν τῶι τέλει τῶι κατὰ Μέμφιν (δραχμὰς) μδ, σὺ δὲ ὅτι
πυνθάνοιο εἶναι παρʼ ἡμῖν (δραχμὰς) μ. μὴ οὖν πρόσεχε τοῖς ληροῦσιν, πωλεῖται
γὰρ ⟦παρʼ ἡμεῖ̣[ν](*)⟧ ἐνταῦθα (δραχμὰς) μη. [κα]λῶς οὖν ποιήσεις ἀποστε̣[ίλας] ἡμῖν
5ὅσον πλεῖστον δύνηι. δέδωκα δὲ κα[θ]άπερ μοι ἔγραψας Αἰγύπτωι τῶι
παρʼ ὑμῶν εἰς τὴν τιμὴν τοῦ κ̣[ηροῦ] ἀργυρίου (δραχμὰς) φ, κ̣[αὶ] τὸ λοιπὸν δὲ ὃ ἂ̣ν ἦι
ὧι ἂν ἐπιστείληις διορθώσομαι παραχρῆμα. καὶ μέλιτος δέ μοι ληφθή\τω/σαν
με(τρηταὶ) ε. ἐπαινῶ δέ σου τὴν εὔνοιαν καὶ τὴν προθυμίαν ἣν \ἀεὶ/ εἰς ἡμᾶς ἔχεις.
καὶ σὺ δʼ ἐάν του χρείαν ἔχηις τῶν καθʼ ἡμᾶς, μὴ ὄκνει γράφειν.
10ἔρρωσο. (ἔτους) λγ, Φαρμοῦθι ιθ. v
Ζήνωνι.
τὸ θέατρον οἰκ[οδο]μῆσαι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.