Papyri.info

sign in

sb.18.13087 = HGV SB 18 13087 = Trismegistos 14712



DDbDP transcription: sb.18.13087 [xml]

4 BC Arsinoite

(hand 3)   ̣  ̣  ̣
α  ̣[  ̣]\  ̣/( )  ̣\/( )  ̣  ̣
(hand 1) Γαίωι Ἰουλίωι   ̣  ̣  ̣  ̣ωι ἐπιστάτηι φυλακιτῶν
παρὰ [Ἰ]μούθου τοῦ Π̣τολεμαίου· Π̣α̣ποντᾶτος τοῦ
5Ἄνδρωνος τῶν ἀπὸ τοῦ Ἀττίνου Ἰσείου(*) τῆς
Ἡρακλείδου μερίδ̣ο̣ς λαβόν̣[τ]ο̣ς̣ παρʼ ἐμοῦ τιμὴν
χόρτου ὀφε̣ίλοντ̣ος δέ μοι καὶ ὑποκε̣ί̣μ̣ενον βαλανείου
οὗ ἔχω ἐν τῆι κώμη̣ι̣ Ἰουλίας καὶ Λιβ̣ίας ἐν μισθώσει
βαλανείου (πυροῦ) ἀρτάβας τρεῖς καὶ μὴ ἀποδεδωκότος
10μήτε τὸν χόρτον μηδὲ μὴν τὸν πυρὸν ἀλλὰ καὶ
σὺν τοῖς υἱοῖς αὐτοῦ κα̣ὶ̣ τῇ γυναικὶ συντελεσαμένου μοι ὕβριν̣
κατεχώρ̣ι̣σα τὸ καθῆκον ὑπόμνημα Σόλωνι
τῶι γε̣ν̣ο̣μένωι ἐπιστάτηι φυλακιτῶν ἀφʼ οὗ καὶ
συνελθ̣ό̣ν̣τ̣ων μοι ὑπηρετῶν καὶ ἐλθόντων εἰς
15τὴν κ̣ώ̣μην πρὸς τὴν ἔκτισιν τοῦ τε χόρτου
καὶ τοῦ πυροῦ τῆς τοῦ Παπόντα(*) γυναικὸς Ἡρακλείας δούσης μοι
ἱμάτιον ἐν ὑπαλ̣λ̣ά̣γ[μα]τ̣ι διά τε τοῦ τῆς κώμης
ἡγουμένου καὶ ἄλ̣λ̣ω̣ν̣ π̣ρ̣εσβυτέρω̣ν ἡ τοῦ Παποντᾶτ\ος/
προγεγραμμένη γυνὴ Ἡρακλεία καὶ ὁ ἀμφοτέρων
20υἱὸς Ἄνδρων ἐπαγαγόμενοι ἐπὶ τὴν οἰκίαν μου
ἐτραυμ̣ά̣τ̣ι̣σαν μεθʼ ὕβρεως πλείστης καὶ πληγῶν
[ἀ]φήρπασαν οὓς ἔσχον ἐν ὑπαλλάγματι ἱμάτιον καὶ
[ἡ]μέτερον ἕτερον ἱμάτιον̣ ἄξιον ἀργ(υρίου) (δραχμῶν) κ διὸ ἀξιῶ
[σ]υντάξαι γράψαι τῶι τῆς κώμης ἐπιστάτηι καταστῆσαι
25τόν τε Παποντᾶν καὶ τοὺς ἄλ̣λ̣ους ἐπὶ σὲ ὅπως
ἐ̣γ̣ὼ μὲν τὸν χόρτον καὶ τὸν πυρὸν κομίσωμαι καὶ τὸ
ἡμέτερον ἱμάτιον α̣ὐ̣τοὶ δ̣ὲ τύχωσι ὧν προσήκει.
εὐτύχει.
(hand 2) τῶι φυλ(ακίτῃ)
30  ̣  ̣  ̣  ̣ ποιε(ῖν) τ̣η̣\  ̣/ κ  ̣\/( ) επι\  ̣/( ).
(ἔτους) κ̣ϛ Καίσαρος Ἐπ̣ε̣ὶ̣φ   ̣

Apparatus


^ 5. l. Ἰσ<ι>είου
^ 16. l. Παποντᾶ<τος>

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.