DDbDP transcription: stud.pal.20.4 [xml]
AD 124 Arsinoiton Polis, Krokodilopolis, Ptolemais Euergetis
[Reprinted from: chr.mitt.84] CPR1,18;MChr84
(hand 2) Ἡρ(ακλείδου) μ(ε)ρ(ὶς) στρα[τ]ηγ(ίας) Ἀρσι(νοΐτου)
(hand 1) / ἐκ τόμου [ὑπο]μνηματισμῶν [Β]λαι\σ/ίου(*) Μα[ρ]ιανοῦ \(hand 2) ἐπάρχου/ (hand 1) σπείρης
πρώ[τ]ης Φλαουίας Κιλίκων [ἱ]ππικῆς ἐξ ἀναπομπῆς Ἁτερίου
[Νέπω]τ̣ος τοῦ κρατίστο[υ ἡγ]ε[μ]όνος ἔτους [ὀ]γδόου Αὐτοκράτορος
[Καίσαρο]ς Τραιανοῦ Ἁδρια[νο]ῦ Σεβαστοῦ Φαρμοῦθι ὀκτωκαιδεκάτῃ.
5π[αρ]ό[ν]τος Κλαυδίου Ἀρ[τεμ]ιδώρου νομικοῦ Ἀφροδείσιος Ἀπολλω-
ν[ίο]υ πρὸς Ἀμμώνιον Ἀ[π]ίωνος τοῦ Ἀ[φ]ροδεισίου διὰ Σωτηρί-
χου ῥήτορος εἰπόντος [σ]υνελθόντα ἑαυτὸν ἀγράφως Σαραποῦτί
τιν̣ι̣ ἐσχηκέναι ἐξ αὐ[τ]ῆς Ὡριγένην ὃς ἐτελεύτησεν καὶ
ἄλλους· τοῦ νόμου καλοῦντος τοὺς πατέρας ἐπ[ὶ] τὰ[ς] κληρονομίας
10τῶν ἐξ ἀγράφων παίδων τὸν ἀντίδ[ι]κον θέλειν κατὰ δια-
θή[κ]ην κληρονόμον(*) ε[ἶ]ναι τοῦ Ὡριγένους, οὐκ ἔχοντος ἐκεί-
νου ἀπὸ τῶν νόμων ἐξουσίαν περιόντος πατρὸς εἰς ἄλλον τινὰ
γράφειν δ[ια]θήκην, παραξίου [π]αρ[α]νόμο[υ] οὔσης [τ]ῆς εἰς τὸν ἀντί-
δικον δι[α]θήκης ἀντιποιεῖσθ[α]ι τῶν ὑπὸ τοῦ υἱοῦ καταλειφθέν-
15[των· κ]αὶ τοῦ Ἀμμωνί[ου διὰ]Μαρκιανοῦ ῥήτορος ἀποκρειναμέ-
ν̣ου(*) τ̣ὸ[ν] τῶν Αἰγυπτίων νόμον διδόναι ἐξουσίαν πᾶσι τοῖς διατι-
θεμένοις καταλείπειν [ο]ἷς βούλο[ντ]αι τὰ ἴδια, ἑαυτὸν μέντοι ἀνε-
ψιὸν ὄντα τοῦ τετελ[ε]υτηκότ[ο]ς καταλ[ε]λεῖφθαι σὺν ἑτέρῳ
υἱῷ τοῦ ἀντιδίκου κλ[ηρ]ονόμον [κ]αὶ τὴν δι[α]θήκην πλήρη ἔχειν
20τὸν τῶν μαρ[τύ]ρων ἀρι[θμό]ν· Βλαίσιος Μαριανός· ἀναγνωσθή-
τω ἡ τοῦ Ὡ[ριγέ]ν̣ους δ[ιαθ]ήκη· ἀ̣ναγνωσθείσης ἐπὶ τοῦ ὀγδό-
ου ἔτους Ἁ[δρια]νοῦ [τ]οῦ κ[υ]ρίου Χοι[ὰ]κ τριακάδος (hand 2) ☓ (hand 1) Βλαίσιος Μαριανὸς
ἔπαρχος σπεί̣[ρη]ς πρώτης Φλα[υ]ία[ς Κι]λίκων ἱππικῆς συ\λ/λαλήσας(*)
Ἀρτε[μι]δ[ώρῳ τ]ῷ νομ[ι]κῷ [π]ε[ρὶ το]ῦ πράγματος ὑ[πη]γόρευσεν ἀπό-
25[φ]α[σιν ἣ καὶ ἀν]εγνώσθη κατὰ λέξ[ιν ο]ὕτως· ὁ τελευτήσας Ὡρι-
[γένης ἐξ ἀγρά]φ[ω]ν [γάμων γε]νόμ[ε]ν[ος τῷ πα]τ̣ρ̣ὶ φαίνετα̣ι̣ κ̣α̣τ̣[α-]
[λείπειν τὰ ἴδια δι]α̣θήκη[ς] ἐξουσία[ν] μὴ ἐσχ̣[η]κὼς τ[οῦ] πατρ[ὸς αὐτ]οῦ
[ζ]ῶν[τ]ος· [καὶ] τ[οῦ] μὲν Ἀμμωνί[ο]υ εἰπόντος ἐξ ἐν[γ]ράφων γά-
μων γεγο[νέ]ναι τὸν Ὡ[ρι]γένην, τοῦ δὲ Ἀφροδεισίου διαβεβαιω-
30σαμένου ἐξ [ἀ]γράφων αὐτὸν γάμων γεγεννῆσθαι vac. ? Βλαίσιος
Μαριανὸς [ἔ]π̣α̣[ρχο]ς σπείρης πρώ[τ]η̣[ς] Φλαυίας Κιλίκων ἱππικῆς·
αὐτ[ὸ] τοῦ[το ὁ Ἀ]φροδείσιος ἀποδείξει ἐν ἡμέραις(*) ἑξήκοντα .
[τ]οῦ Ἀφροδεισ[ίο]υ ἀξιώσαντος ἐ[ν] το[σο]ύτῳ ἐπʼ ἀν[α]γρ[α]φ̣ῆς γενέσθ[α]ι
τὰ̣ ὑ̣πὸ τ[ο]ύ̣τ̣[ο]υ αὐ[τ]οῦ ἀπολειφ[θ]έντα vac. ? Βλαίσιος Μαριανὸς ἐνε-
35τείλατο Ἰ[σι]δώρῳ ἡγεμονικῷ ὑπηρέ[τ]ῃ π\ο/οιή[σ]ασθαι(*) δι̣σ̣σὴ̣ν
τὴν ἀναγ̣ρ̣α̣φ[ὴ]ν καὶ ἀναδοῦν[αι] ἀντίγραφ\α/(*) τοῖς ἐμφερο-
μένοις τ̣ῆ̣ς̣ κ̣λειδὸς τῆς οἰκίας μενούσης παρὰ̣ τῷ Ἀμμωνίῳ
[ἐνεσ]φραγ[ι]σμένης· καὶ μετʼ ὀλίγον τοῦ Ἰσιδώρου ἀπαγγείλαν-
[τος γε]γονέναι [τ]ὸ κελευσθὲν Βλαίσιος(*) Μαριανὸς ἐκέλευ-
40[σε τήνδε τ]ὴν προ[φ]ορὰν ὑπομνηματισθῆναι· (hand 2) Κλαύδιος
[ ̣ ̣ ̣ ̣]ν βυβλιοφύλαξ(*) ὑπάρχει· ἔτους ὀγδόου
[Αὐτοκρά]τορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
[Σεβαστο]ῦ Ἐπεὶφ μιᾷ καὶ εἰκάδι.
~~~~~~~~

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: cpr.1.18 [xml]
[Reprinted in: stud.pal.20.4] StudPal 20,4