Papyri.info

sign in

chr.wilck.77 = HGV W.Chr. 77 = Trismegistos 15155



DDbDP transcription: chr.wilck.77 [xml]

AD 149 ?

1
-- -- -- -- -- -- -- -- -- --
1[- ca.30 - ἀπὸ Σοκνοπαίου Νή-]
σου τοῦ [Ἀ]ρσι[νοίτου νομοῦ - ca.25 -]
ἀποσυστα  ̣  ̣  ̣τ̣  ̣  ̣  ̣ κ[α]ὶ   ̣πο  ̣  ̣ [- ca.20 - δύο ]
μὲν ὑπὲρ υἱοῦ, ἑνὸς δὲ ὑπὲρ ἀ[δελ]φῶ[ν δ]ιὰ τ[ὸ τὰς ἑ]αυτ[ῶν ἀποδί-]
5ξις(*) παρατεθεῖσθαι τῷ στρατ[ηγ]ῷ ἀκολ[ούθως τοῖ]ς [κ]ελευσθεῖσ[ι, κα]ὶ ἀν[α-]
γνωσθείσης ἐπιστολῆς Ἡρακλείδου στρατηγοῦ Ἀρσινοείτου Ἡρακλείδου
μερίδος κατὰ λέξιν [ο]ὕτως· Ἡρακλείδης στρατηγὸ[ς] Ἀρσινοίτου Ἡρα-
κλείδου μερίδος Φλαου[ί]ῳ [Μ]έλ[α]ν[ι τῷ κ]ρατί[στῳ] ἀρχιερεῖ [χ]αίρει[ν]·
οἱ ὑπογεγραμμένοι ἱερεῖς τῆς πενταφυλ[ίας θ]εοῦ μεγίστου Σ[οκνο]παί-
10ου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου κώ[μ]ης Σοκνοπαίου Ν[ή-]
σου ἐπέδωκάν μοι βιβλείδιον(*) βουλόμενοι ἱ(*)ερατικῶς περιτεμεῖν
οἱ μὲν υἱοὺς ἑαυ[τ]ῶν, οἱ δὲ συνγενεῖς ἐκ μητέρων τῶν ὑπογεγραμ-
[μέ]νων καὶ πα[ρ]έθεντο ἀντί[γ]ρ[α]φ[α κα]τʼ ο[ἰ]κίαν ἀπογρ[α]φ[ῶ]ν τοῦ ιϛ (ἔτους)
θεοῦ Ἁδριανοῦ ἐπεσκεμμένα ἐκ τῆς ἐπὶ τόπων βιβλιοθήκης,
15διʼ ἧς δηλοῦται ἀπογεγράφθαι τοὺς γονεῖς αὐτῶν ὡς ὄντας ἱερατικοῦ
γένους καὶ ὁμοίως ἀντίγραφα κατʼ οἰκίαν ἀπογραφῶν τοῦ θ (ἔτους) Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου, διʼ ὧν δηλοῦται ἀπογεγράφθαι τοὺς γονεῖς τῶν
2
-- -- -- -- -- -- -- -- -- --
1[- ca.9 -]εφ[- ca.9 -]
[  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ν  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣
[  ̣  ̣  ̣  ̣  ̣  ̣]ῶν ἐκ [μητ]έρων τῶν ἑξῆς [δηλο]υμέν[ων τ]ῶν
καὶ [αὐτῶν] ἱερε[ι]ῶν̣ ⟦το[ῦ αὐ]τοῦ ἱερειῶ[ν] τ]οῦ αὐτοῦ ἱε[ροῦ κα]ὶ
5ἀ[πογ]εγράφ[θ]αι τοὺ[ς γον]εῖς αὐτῶν τ[ῇ τ]οῦ ιϛ (ἔτους) θεοῦ Ἁδριανοῦ
κ[ατʼ] ο[ἰκ]ίαν ἀπ[ογρ]αφῇ καὶ τῇ το[ῦ] θ [(ἔτους) Ἀν]των[ί]νο[υ Κα]ίσαρος
τοῦ κυρίου σὺν τοῖς πα[ισί], καὶ Πετε[σ]οῦ[χ]ος δ[ὲ ὁ] καὶ Πτολε-
μαῖος Ὀννώφρεως στολισ[τ]ὴς καὶ [δ]ιάδοχος προφητείας
τῶν ἐν τῇ μητροπό[λει] θεῶν κ[αὶ] Πακύσει καὶ Π[α]νε[φρ]έμ-
10μεως τοῦ Ὥρου καὶ Πενγεὺς Στοτοήτιος τοῦ Στοτοήτ[ιος] καὶ
Στοτοή[τι]ο[ς Σ]τοτο[ή]τιος τοῦ Στοτοήτιο[ς κ]αὶ Στοτοῆτις Στο-
τοήτιος τοῦ Πανεφρέμμιος καὶ Στοτοῆτ[ι]ς Ὀννώφριος
τοῦ Σαταβοῦτος οἱ ε πρεσβύτεροι ἱερέων τοῦ προκειμέ-
νου ἱεροῦ Σοκνοπαίου καὶ Τεσενο[ῦ]φις στολιστὴς ἐδήλωσαν
15εἶναι τοὺς ὑπογεγραμμένους υ[ἱ]οὺς τῶν ἑξης δη
3
-- -- -- -- -- -- -- -- -- --
1[ἔτους ι]β Αὐ[τοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ]
[Ε]ὐσεβ[οῦς Παχ]ὼ[ν   ̣  ̣  ̣ εἰσὶν δὲ· ὁ δεῖνα τοῦ δεῖνος τοῦ]
Πετεφ[  ̣  ̣  ̣  ̣]εως μητρὸς [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ τῆς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἀ̣π̣ο̣σ̣υ̣ν̣ι̣σ̣τ̣ὰ̣ς̣ υἱὸν]
Στοτο[ῆτι]ν ἐκ μητρὸς Θα[  ̣  ̣  ̣  ̣  ̣  ̣ τῆς   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ ἱερείας τῶν αὐτῶν]
5θεῶν. Στοτοῆτις Τεσεν[ούφεως τοῦ   ̣  ̣  ̣  ̣  ̣ μητρὸς   ̣  ̣  ̣  ̣  ̣ τῆς Στο-]
τοήτιος υἱὸν Πακῦ[σιν ἐκ μητ]ρὸς Τ[α]νεφ[ρέμμεως τῆς   ̣  ̣  ̣  ̣  ̣  ̣]
ἱερείας τῶν αὐ[τ]ῶ[ν] θε[ῶν. Τεσε]νοῦφι[ς] Ὥρου τ[οῦ   ̣  ̣  ̣  ̣  ̣  ̣ μητρὸς]
Ταπώμιος(*) τῆς [Τ]εσεν[ού]φεως τοὺς ὁ[μ]οπατ[ρίους καὶ ὁμομητρίους]
ἀδελφοὺς Σατ[αβ]οῦν [καὶ Στ]οτοῆτιν δ[ι]ὰ τὸ τὸ[ν πατέρα αὐτῶν τετελευτη-]
10κέναι. Φλ[άου]ιος Μέλας ὁ ἀρχιε[ρ]εὺς καὶ [ἐπὶ τῶν ἱερῶν· κατὰ τὸ ἔ̣θ̣ο̣ς̣]
περιτ[εμνέσθω]σαν.

Apparatus


^ 1.4-5. l. [ἀποδεί] |ξεις
^ 1.11. l. βιβλίδιον
^ 1.11. ϊερατικωσ papyrus
^ 3.8. l. Ταπ<ι>ώμιος

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.