Papyri.info

sign in

p.oxy.51.3638 = HGV P.Oxy. 51 3638 = Trismegistos 15361



DDbDP transcription: p.oxy.51.3638 [xml]

AD 220 Oxyrhynchus

Μᾶρκος Αὐρήλιος Χαιρήμων υ(*)ἱὸς Ἑρμίου ἀγορανομήσαντος β[ουλευτοῦ τῆς Ὀξυ-]
ρυγχειτῶν πόλεως πόλεως μητρὸς Ταΰριος ἀπὸ τῆς αὐτῆς πόλεως τῇ ὁμοπατρί[ᾳ ἀδελφῇ Αὐρη-]
λίᾳ Τετσείρι μητρὸς Τανετβέως ἀπὸ τῆς αὐτῆς πόλεως οὐδέπω οὔσῃ τῶ̣[ν ἐτῶν διὰ τοῦ]
πατρὸς Αὐρηλίου Ἑρμίου χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι διὰ τ̣[οῦ πατρὸς]
5ἡμῶν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον ἥμισυ μέρος τοῦ ἐπιβάλλον[τός μοι μέρους]
περὶ κώμην Σιναρὺ τῆς κάτω τοπαρχίας τοῦ αὐτοῦ νομοῦ ἐκ τοῦ Ῥοδ[ίππου κλήρου]
ἀμπελικοῦ κτήματος καὶ τῶν φοινίκων καὶ φυτῶν καὶ ἀκροδρύων κα[ὶ τῆς προσούσης καλα-]
μειαν(*) καὶ ὑδρευμάτων καὶ τῆς ἐπικειμένης αὐτοῖς μηχανῆς καὶ ἐποικίου καὶ λη[νοῦ καὶ πίθου]
καὶ στεμφυλουργικοῦ ὀργάνου καὶ ἡλιαστηρίου καὶ ἑτέρων χρηστηρί[ων καὶ συγ-]
10κυρόν[τ]ων πάντων πάντα ὅσου ἐστὶν ἀρουρηδοῦ κοινωνικῶν πρ[ὸς τοὺς ὁμογνη-]
σίου̣[ς] μου ἀδελφούς, ὧν πάντων γείτονες νότου ὠνημέ[νη - ca.12 -]  ̣  ̣
κ̣α̣ὶ̣ ἄ̣λ̣λ̣ω̣[ν], βορρᾶ γ̣[ύ]η̣ς̣, ἀπηλιώτου πλευρισμός, λιβὸς Τῶμις ποταμό[ς, τὰς δὲ συμπεφωνημέ-]
νας πρὸς [ἀ]λλήλους ὑπὲρ τειμῆς(*) καὶ παραχωρητικοῦ τοῦ αὐτοῦ πωλουμένου σοι καὶ παραχω-
ρουμένου ὑπʼ ἐμοῦ ἡμισου(*) μέρους τοῦ ἐπιβάλλοντός μοι μέρους τοῦ αὐτοῦ ἀμπελικοῦ κτή-
15ματος καὶ τ[ῶν σ]υνωνομασμένων αὐτῷ πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς
χειλίας(*) αὐ[τό]θι ἀπέσχον παρὰ σοῦ τοῦ πατρὸς Ἑρμίου διὰ χειρὸς ἐκ πλήρους, ἃς καὶ προφέ-
ρῃ ἐντεῦθεν ἀποχαρίζεσθαι τῇ αὐτῇ θυγατρί σου κατὰ χάριν ἀναφαίρετον. διὸ ἀ-
πὸ τοῦ νῦν σὲ τὴν Τετ’τσεῖριν κρατεῖν καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μετα-
λημψομένοις τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ ὡς προσκειται(*) ἐπιβάλλοντός μοι μέρους
20τοῦ τε ἀμπελικοῦ κτήματος καὶ κ[α]λαμείας καὶ τῶν ἄλλων συνωνομασμένων πάντων
καὶ τελε̣ί̣αν γενομένην ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὃν ἐὰν αἱ-
ρῇ τρόπον, ὅπερ καὶ ἐπάναγκον παρέξομαί σοί τε και τοῖς παρὰ σοῦ μεταλημψομένοις ὡσ-
αύτως διὰ παντὸς βέβαιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ τε γεωργί-
ας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμά-
25των πλὴν μόνων τοῦ αἱροῦντος μέρους τῶν τοῦ κτήματος χωμάτων, ὁμοίως δὲ ἀπὸ
ὀφειλῆ[ς] καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰ(*)διωτικῆς καὶ ἀπὸ δημοσίων καὶ ἐπιμερισμῶν πάν-
των τῶ[ν] μέχρι τοῦ διελθόντος [κ]αὶ αὐτοῦ τοῦ διελθόντος γ (ἔτους) διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος δ (ἔτους)
πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένη[ς], πρὸς ὁν(*) καὶ εἶναι <τὰ> ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους δημόσια.
κυρία ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ποιήσομαί σοι καὶ διὰ
30καταλογείου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς
σὲ τὴν Τετ’σεῖριν. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ δικαίως γε[νέ]σ̣θαι ἐπερωτηθεὶς ὑπὸ σοῦ
διὰ τοῦ αὐτοῦ πατρὸς ἡμῶν ὡμολόγησα. (ἔτους) δ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Ἀντων̣[ί]νου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ ιδ.
——
(hand 2) Αὐρήλιος Χαιρήμων Ἑρμίου πέπρακα καὶ παρεχώρησα τῇ
35[ὁ]μοπατρίᾳ μου ἀδελφῇ Αὐρηλίᾳ Τετσείρει οὐδέπω οὔσῃ τῶ(ν)
[ἐ]τ̣ῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἥμισυ μέρος τοῦ ἐ-
πιβάλλοντός μοι μέρους περὶ κώμην Σιναρὺ ἐκ τοῦ Ῥο-
δίππου κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμίας(*) καὶ
τῶν ὡς πρόκειται συνονομασμένων(*) πάντων καὶ ἀπέ-
40σχον τὰς τῆς τιμῆς καὶ παραχωρητικοῦ δραχμὰς χειλίας(*)
καὶ βεβαιώσω ὡς πρόκειται <καὶ> ἐπε̣ρ̣ω̣τητεὶς(*) ὡμολόγησα.

Apparatus


^ 1. ϋιοσ papyrus
^ 7-8. l. [καλα] |μείας
^ 13. l. τιμῆς
^ 14. l. ἡμίσου<ς>
^ 16. l. χιλίας
^ 18. τετ’τσειριν papyrus
^ 19. l. πρόκειται
^ 26. ϊδιωτικησ papyrus
^ 28. l. ἣν
^ 31. τετ’σειριν papyrus
^ 38. l. καλαμείας
^ 39. l. συνωνομασμένων
^ 40. l. χιλίας
^ 41. l. ἐπερωτηθεὶς

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.