DDbDP transcription: p.oxy.49.3507 [xml]
III/IV spc Oxyrhynchus
r,ctr
χαῖρε, κύριέ μου ἄδελφε Σαραπόδωρε,
Ἀπολλώνιός σε προσαγορεύωι(*).
ἐπιστολὴν Ἀνδρομάχου ἔπεμψά σοι
ὅπως ἀναδῷς καὶ τὴν ἀντιγραφὴν
5ἐν τάχει ἡμεῖν(*) πέμψῃς. ἡ δὲ ἀξίωσις
αὐτοῦ περὶ τοῦ τηρηθῆναι αὐ-
τῷ το ψήφισμα τῆς ἀναδοχῆς τῆ[ς]
γυμνασιαρχ[ία]ς, καὶ εἰ μὲν οἷόν τε
ἐστίν, ἃς(*) ἐκ περισσοῦ ἡμέρας ἠναγ-
10κάσθη ποιῆσα[ι π]έρυσι, παραδεχ’θῆ-
ναι αὐτῶ εἰς [τὰς ἐ]φετίο̣υ̣ς̣(*) μὴ ὀκνή-
σῃς. εἰ δὲ μή γε, κἂν(*) ἀπὸ τοῦ νῦν
τηρηθῆναι τὸ ψήφισμα. τοῦτο
γὰρ καὶ δικαιότατον. ὁ Ἀχιλλεὺς περὶ
15τοῦ οἴνου οὐδὲν οὔτε ἐνήργησεν
οὔτε ἀπῄτησεν. ἐδόκει δὲ χαράσσεσ-
θαι ἐπὶ τούτῳ. ἡ τιμὴ τοῦ οἴνου
ἐνταῦθα πάνυ̣ ἐν κατυφέσει(*) ἐστιν.
μέχρι γὰρ (δραχμῶν) Α καὶ ϡ τυγχάνει, ὥστε,
20εἰ δύνατόν σοί ἐστιν Ἀλέξανδρον
τὸν Ἀκωρείτ[η]ν ἀξιῶσ[αι] ὅπως
διὰ πλοίου αὐτ[ο]ῦ̣ ̣ ̣ήσῃ [μ]ο̣ι ἐνε-
χθῆναι κὰ̣̣̓̀ν(*) [ὅ]σ̣ον̣ ἐ̣ὰ̣ν̣ [ε]ὕρῃς
εἰς ἃ γράφεις, \πο[ίη]σ̣ον/. ο[ἱ] μέντοι Ἀντινοϊ(*)τι-
25κοὶ ἐκδοχεῖς ἐπ̣[ε]τ̣άξαντό μοι ὅτι,
ἢ συνωνούμεθα τὰ σὰ τῆς αὐτῆς
τιμῆς ἢ ἀποφέρομεν τῷ ἀδελ-
φῷ σου αὐτά. τοὺς τάπητας ἐξέ-
δωκα. ὁ γὰρ ση̣μ̣ιογράφος(*) οὐκ ἔ-
30δωκέν μοι τ[ά]πητα. ὑ̣π̣έσχετο
μέντοι δώσε̣[ι]ν μοι (δραχμὰς) θ ̣ καινοῦ.
εἰδέναι μέντ̣οι ὀφείλει̣ς̣ ὅτι
προσελθεῖν [σ]ε̣ δεῖ ἕνεκεν τῆς ἐκ-
κλήτου πρὸ τῆ̣[ς] προθεσμίας κατὰ
35τὸ διάταγμα. [ἔ]στιν τῆς οὐσιακῆ[ς]
ἐπιτροπῆς ὀφφικιάλιος ἐνθάδε
ζητῶν πρ[όσ]τιμον ἐκκλήτων, r,ms
(perpendicular) ὃς καὶ ἡμεῖν(*) ἕνεκεν τῆς τότε πρὸς τὸν οὐσιακὸ̣ν περὶ χειρογρ(αφ ) (ταλάντων) ϛ καὶ μέχρι νῦν
(perpendicular) πρὸς αὐτὸν οὐδέπω οὐδὲν ἐπράξαμεν, ἐὰν δέ τι καινότερον πραχθῇ, δηλωθήσεταί σοι.
39/40(Writing perpendicular to main text) ἀσπάζεταί
(perpendicular) 40 σε τὰ τεκνία ἡμῶν καὶ ἡ μήτηρ α̣ὐ̣τ̣ῶ̣ν καὶ οἱ ἡμῶν πάντες. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. v
Σαραποδώρωι (drawing) ἐξηγητῇ
π(αρὰ) Ἀπ̣ο̣λλωνίου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.